previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12. ὅτι δημοσίᾳ ὑπ᾽ αὐτῶν ἐτάφη, κτήσασθαι: δὲ δὴ Καῖσαρ ἐκείνῳ μὲν ὀργίζεσθαι ἔφη ὅτι οἱ τῆς ἐπὶ ῾̣̣̓ σωτηρίᾳ αὐτοῦ εὐκλείας ἐφθόνησε, τὸν δὲ υἱὸν καὶ ῾̣̣̓ν ῾̣̣̓λλων ῾̣̣̓οὺς πλείους ἀφῆκεν, ὥσπερ εἴθιστο: οἱ μὲν γὰρ εὐθὺς οἱ δὲ καὶ ῾̣̣̓ερον ὅπως ἀμβλυτέρῳ αὐτῷ ὑπὸ τοῦ χρόνου γενομένῳ προσέλθωσιν, [p. 230] [2] ἐθελονταὶ προσεχώρησαν. καὶ οἱ μὲν ἐσώθησαν, Ἀφράνιος δὲ καὶ Φαῦστος ἑκόντες μὲν οὐκ ἦλθον πρὸς αὐτόν ῾καὶ γὰρ εὖ ᾔδεσαν ἀπολούμενοἰ, φυγόντες δὲ ἐς Μαυριτανίαν συνελήφθησαν ὑπὸ τοῦ Σιττίου. καὶ ἐκείνους μὲν ἀκρίτους [3] Καῖσαρ ὡς καὶ αἰχμαλώτους ἀπέσφαξεν: τὸν δὲ δὴ Καίσαρα τὸν Λούκιον, καίπερ ἐν γένει οἱ ὄντα καὶ ἐθελούσιον ἱκετεύσαντα, ὅμως ἐπειδὴ διὰ παντὸς αὐτῷ προσεπεπολεμήκει, τὸ μὲν πρῶτον ἀποδικῆσαι ἐκέλευσεν ὥστε ἐν δίκῃ τινὶ κατεψηφίσθαι αὐτοῦ δόξαι, ἔπειτα δὲ ὀκνήσας αὐτὸν τῇ ἑαυτοῦ φωνῇ θανατῶσαι τότε μὲν ἀνεβάλετο, 1

1 a)neba/leto R. Steph., a)neba/lleto L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: