previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19.

οὕτω δὴ τούτων ἐχόντων ἦν μέν που πολλὴ καὶ παρὰ τοῦ Καίσαρος καὶ ἐμοὶ καὶ ὑμῖν ἀσφάλεια πρὸς τὸ τὰ δέοντα βουλεύσασθαι: ἐπεὶ δὲ καὶ μετὰ φρουρᾶς συνελθεῖν ἐψηφίσασθε, πάνθ᾽ ἡμᾶς οὕτω δεῖ 1 καὶ εἰπεῖν καὶ πρᾶξαι τήμερον ὥστε καὶ τὰ παρόντα καταστήσασθαι καὶ τοῦ μέλλοντος προϊδέσθαι, μὴ 2 καὶ αὖθις [2] ἀναγκασθῶμεν ὁμοίως ὑπὲρ αὐτῶν διαγνῶναι. ὅτι μὲν οὖν 3 χαλεπὰ καὶ δεινὰ καὶ πολλῆς ἐπιμελείας καὶ φροντίδος δεόμενα τὰ πράγματα ἡμῶν ἐστι, καὶ ὑμεῖς αὐτοὶ δῆλον, εἰ καὶ ἐκ μηδενὸς ἄλλου, ἀλλ᾽ οὖν ἐκ τούτου γε πεποιήκατε: οὐ γὰρ ἂν ἐψηφίσασθε φυλακὴν τοῦ βουλευτηρίου σχεῖν, εἴγε ἐξῆν ὑμῖν ἔν τε 4 τῷ εἰωθότι κόσμῳ καὶ ἐν ἡσυχίᾳ ἀδεῶς τι βουλεύσασθαι. 5 [3] δεῖ δὲ ἡμᾶς καὶ διὰ τοὺς στρατιώτας τοὺς παρόντας ἀξιόλογόν τι πρᾶξαι,ἵνα μὴ καὶ αἰσχύνην ὄφλωμεν, αἰτήσαντες μὲν αὐτοὺς ὡς καὶ φοβούμενοί τινας, ἀμελήσαντες δὲ τῶν πραγμάτων ὡς ἐν οὐδενὶ δεινῷ καθεστηκότες, καὶ λόγῳ μέν σφας ὑπὲρ τῆς πόλεως ἐπ᾽ Ἀντώνιον προσειληφότες, [4] ἔργῳ δ᾽ ἐκείνῳ καθ᾽ ἡμῶν αὐτῶν δεδωκότες, ὥσπερ δέον αὐτόν, πρὸς τοῖς ἄλλοις στρατεύμασιν κατὰ τῆς πατρίδος συγκροτεῖ, καὶ αὐτοὺς τούτους προσλαβεῖν, ἵνα μηδὲν μηδὲ τήμερον κατ᾽ αὐτοῦ ψηφίσησθε.

1 dei= L, dh\ M.

2 mh\ Rk., w(/ste mh\ LM.

3 ou)=n supplied by Rk.

4 te Rk., ge LM.

5 bouleu/sasqai Bk., bouleu=sai LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: