previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. ὑμᾶς. σύμπαντα γὰρ τὰ μετὰ τὴν τοῦ Καίσαρος τελευτὴν ὑπ᾽ Ἀντωνίου πεπραγμένα εὑρήσετε ὑφ᾽ ὑμῶν κεκελευσμένα. καὶ τὸ μὲν περί τε τῆς τῶν χρημάτων διοικήσεως καὶ περὶ τῆς τῶν γραμμάτων ἐξετάσεως λέγειν περιττὸν εἶναι νομίζω. [2] διὰ τί; ὅτι τὸ μὲν τῷ κληρονομοῦντι αὐτοῦ τῆς οὐσίας προσῆκον ἂν εἴη πολυπραγμονεῖν, τὸ δέ, 1 εἴπερ τινὰ ἀλήθειαν κακουργίας εἶχε, τότε ἐχρῆν παραχρῆμα κεκωλῦσθαι. οὔτε γὰρ ὑπὸ μάλης τι αὐτῶν, Κικέρων, ἐπράχθη, ἀλλ᾽ ἐς στήλας, [3] ὡς καὶ αὐτὸς φῄς, πάντα ἀνεγράφη: εἰ δὲ ἐκεῖνος φανερῶς οὕτω καὶ ἀναισχύντως τά τε ἄλλα ἐκακούργησεν ὡς λέγεις, καὶ τὴν Κρήτην ὅλην ἥρπασεν ὡς καὶ ἐκ τῶν τοῦ Καίσαρος γραμμάτων ἐλευθέραν μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν ἀφειμένην, ἣν ὕστερον ἐκεῖνος παρ᾽ ἡμῶν ἐπετράπη, πῶς μὲν ἂν σὺ ἐσιώπησας, πῶς δ᾽ ἂν τῶν ἄλλων τις [p. 46] [4] ἠνέσχετο; ἀλλὰ ταῦτα μέν, ὥσπερ εἶπον, παραλείψω: οὔτε γὰρ ὀνομαστὶ τὰ πολλὰ αὐτῶν εἴρηται, οὔτ᾽ Ἀντώνιος δυνάμενος ὑμᾶς ἀκριβῶς καθ᾽ ἕκαστον ὧν πεποίηκε διδάξαι πάρεστι: περὶ δὲ δὴ τῆς Μακεδονίας τῆς τε Γαλατίας καὶ τῶν ἄλλων ἐθνῶν τῶν τε στρατοπέδων ὑμέτερα ἔστιν, πατέρες, ψηφίσματα, καθ᾽ τοῖς τε ἄλλοις ὡς ἕκαστα προσετάξατε καὶ ἐκείνῳ τὴν Γαλατίαν μετὰ τῶν στρατιωτῶν ἐνεχειρίσατε. καὶ τοῦτο καὶ Κικέρων οἶδεν: παρῆν γάρ, καὶ πάντα γε [5] αὐτὰ ὁμοίως ὑμῖν ἐψηφίζετο. καίτοι πόσῳ κρεῖττον ἦν τότε αὐτὸν ἀντειπεῖν, εἴπερ τι αὐτῶν μὴ δεόντως ἐγίγνετο, καὶ διδάξαι ὑμᾶς ταῦτα νῦν προΐσχεται, παραχρῆμα μὲν σιωπῆσαι καὶ 2 περιϊδεῖν ὑμᾶς ἁμαρτάνοντας, νῦν δὲ λόγῳ μὲν Ἀντωνίῳ ἐγκαλεῖν ἔργῳ δὲ τῆς βουλῆς κατηγορεῖν;

1 At this point a #3uaternion has been lost from M; it resumes in the middle of chap. 43, 2.

2 kai\ added by R. Steph.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: