previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30. συνθέμενοι δ᾽ οὖν ταῦτ᾽ ἐν τοῖς στρατοπέδοις τοῖς περὶ τὸ Βρεντέσιον εἱστίασαν ἀλλήλους, Καῖσαρ μὲν στρατιωτικῶς τε καὶ ῥωμαϊκῶς, [2] Ἀντώνιος δὲ ἀσιανῶς τε καὶ αἰγυπτίως. κατηλλαγμένων δὲ αὐτῶν, ὥς γε ἐδόκουν, περιστάντες τὸν Ἀντώνιον οἱ στρατιῶται οἱ τότε τῷ Καίσαρι συνόντες ἀπῄτουν παρ᾽ αὐτοῦ τὰ χρήματα πρὸ 1 τῆς μάχης τῆς πρὸς τοῖς Φιλίπποις γενομένης ὑπέσχοντό σφισι: δι᾽ 2 καὶ ἐς τὴν Ἀσίαν, ὅπως [3] ὅτι πλεῖστα ἀθροίσειεν, ἔσταλτο. κἂν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μή σφας Καῖσαρ ἐπελπίσας πῃ κατέσχε. καὶ μετὰ τοῦτο τούς τε ἀφηλικεστέρους τῶν στρατιωτῶν ἐς τὰς ἀποικίας, μὴ καὶ ἐπὶ πλεῖον στασιάσωσιν, ἐξέπεμψαν, [4] καὶ τοῦ πολέμου ἥπτοντο. γὰρ Σέξτος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν κατὰ τὰς συνθήκας τὰς πρὸς τὸν Ἀντώνιόν οἱ γενομένας ὡς καὶ τῷ Καίσαρι μετ᾽ αὐτοῦ πολεμήσων, μαθὼν δὲ τὴν σύμβασίν σφων αὐτὸς μὲν ἐς τὴν Σικελίαν ἀνεκομίσθη, Μηνᾷ δὲ ἐξελευθέρῳ οἱ, πάνυ προσέκειτο, ἐκέλευσε μέρει τοῦ ναυτικοῦ περιπλέοντι [p. 282] [5] κακουργεῖν τὰ τῶν ἐναντίων. καὶ ὃς τῆς τε Τυρσηνίας πολλὰ ἐκάκωσε, καὶ Μᾶρκον Τίτιον Τιτίου, τῶν τε ἐπικηρυχθέντων καὶ τότε τῷ Σέξτῳ συνόντων, υἱὸν ὄντα καὶ ναῦς ἐπὶ ἰδίᾳ δυναστείᾳ συγκροτοῦντα, κἀν τῷ Ναρβωνησίῳ ἔθνει ναυλοχοῦντα, [6] ἐζώγρησε. καὶ ὃς ἔπαθε μὲν κακὸν οὐδέν ῾διά τε γὰρ τὸν πατέρα, καὶ διότι τὸ ὄνομα τοῦ Σέξτου ἐν ταῖς ἀσπίσιν οἱ στρατιῶται αὐτοῦ ἔφερον, ἐσώθἠ, οὐ μέντοι καὶ καλῶς τὸν εὐεργέτην ἠμείψατο, ἀλλὰ καὶ κατεπολέμησεν αὐτὸν καὶ κατεφόνευσεν, ὥστε καὶ τοῦτ᾽ ἐν τοῖς μάλιστα [7] τῶν ὁμοίων μνημονευθῆναι. δ᾽ οὖν Μηνᾶς ταῦτά τε οὕτως ἔπραξε, καὶ ἐπὶ Σαρδὼ πλεύσας συνέβαλε Μάρκῳ Λουρίῳ τῷ ἄρχοντι αὐτῆς, καὶ τὰ μὲν πρῶτα ἐτράπετο, ἔπειτα δὲ παρὰ δόξαν αὐτὸν ἀπερισκέπτως ἐπιδιώκοντα ὑποστὰς ἀντεπεκράτησε. [8] καὶ μετὰ τοῦτο ἐκλιπόντος αὐτοῦ τὴν νῆσον κατέσχε τὰ μὲν ἄλλα ὁμολογίᾳ, τὴν δὲ Κάραλιν 3 πολιορκίᾳ: συχνοὶ γὰρ ἐκ τῆς μάχης ἐς αὐτὴν κατεπεφεύγεσαν. τῶν γε μὴν ἁλόντων ἄλλους τε καὶ Ἕλενον, ἐξελεύθερόν τε τοῦ Καίσαρος ὄντα καὶ ἀρέσκοντα αὐτῷ τὰ μάλιστα, ἀφῆκεν ἄνευ λύτρων, εὐεργεσίαν τε ἐς τὸν Καίσαρα πόρρωθεν προκατατιθέμενος καὶ καταφυγὴν ἑαυτῷ προπαρασκευάζων, εἴ τι παρ᾽ αὐτοῦ δεηθείη.

1 pro\ Rk., a)po\ LM cod. Peir. Zon.

2 di) a(\ cod. Peir., dia\ LM.

3 *ka/ralin Palmerius, a)/radin LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: