previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. ἀριθμὸν ἀντέπεμψε. κἀν τούτῳ τά τε τῶν Τυρσηνῶν στασιάσαντα ἔπειτα ἅμα τῷ τῆς νίκης αὐτοῦ πυθέσθαι κατέστη, καὶ οἱ ἐν τῷ ἄστει ἐπαίνους τε αὐτῷ ὁμοθυμαδὸν καὶ εἰκόνας καὶ προεδρίαν ἁψῖδά τε τροπαιοφόρον, καὶ τὸ ἐφ᾽ ἵππου 1 ἐσελάσαι τό τε στεφάνῳ δαφνίνῳ ἀεὶ χρῆσθαι, καὶ τὸ τῇ ἡμέρᾳ ἐν ἐνενικήκει, ἱερομηνίᾳ ἀιδίῳ οὔσῃ, ἐν τοῦ Διὸς τοῦ Καπιτωλίου μετά τε τῆς γυναικὸς [2] καὶ μετὰ τῶν 2 παίδων ἑστιᾶσθαι ἔδωκαν. ταῦτα μὲν εὐθύς σφισι μετὰ τὴν νίκην ἔδοξεν, ἤγγειλαν δὲ αὐτὴν πρῶτον μὲν στρατιώτης τις τῶν ἐν τῇ πόλει τότε ὄντων, κάτοχος ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ἐκ θεοῦ δή τινος γενόμενος, καὶ ἄλλα τε πολλὰ καὶ εἰπὼν καὶ πράξας, καὶ τέλος ἔς τε τὸ Καπιτώλιον ἀναδραμὼν καὶ τὸ ξίφος πρὸς τοὺς τοῦ Διὸς πόδας ὡς μηκέτ᾽ αὐτοῦ χρείας οὔσης θείς, ἔπειτα δὲ καὶ οἱ ἄλλοι οἱ παραγενόμενοί τε ἐν αὐτῇ καὶ πεμφθέντες ἐς τὴν Ῥώμην ὑπὸ τοῦ [3] Καίσαρος. ἐπεὶ δὲ καὶ αὐτὸς ἀφίκετο, καί σφας συναγαγὼν ἔξω τοῦ πωμηρίου κατὰ τὰ πάτρια τά τε πεπραγμένα οἱ ἀπελογίσατο 3 καὶ τῶν ψηφισθέντων τινὰ παρήκατο, τόν τε φόρον τὸν ἐκ τῶν ἀπογραφῶν, καὶ εἰ δή τι ἄλλο ἔτι τῷ δημοσίῳ ἐς τὸν πρὸ τοῦ ἐμφυλίου πολέμου χρόνον ἐπωφείλετο, ἀφῆκε, τέλη τέ τινα κατέλυσε, καὶ τὴν τοῦ Λεπίδου [p. 372] ἱερωσύνην διδομένην οἱ οὐκ ἔλαβεν ῾οὐδὲ γὰρ ἐξῆν ζῶντά τινα ἀφελέσθαἰ, καὶ ἄλλα πολλὰ αὐτῷ [4] προσεψηφίσαντο. ἤδη μὲν γάρ τινες διεθρόησαν ὅτι ἐπί τε τῇ τοῦ Ἀντωνίου καὶ ἐπὶ τῇ τοῦ Λεπίδου διαβολῇ, καὶ ὥστε τὴν αἰτίαν τῶν πρότερον ἀδίκως γενομένων ἐς ἐκείνους μόνους ἀπώσασθαι, ταῦθ᾽ οὕτω τότε ἐμεγαλοφρονήσατο: ἄλλοι δὲ ὅτι, ἐπειδὴ μηδένα τρόπον ἀπολαβεῖν τὰ ὀφειλόμενα ἐδύνατο, χάριν τινὰ ἑαυτοῦ ἀζήμιον τὴν ἐκείνων ἀδυναμίαν [5] ἐποιήσατο. ἀλλὰ ταῦτα μὲν ἄλλως ἐθρυλεῖτο, τότε δὲ οἰκίαν τε αὐτῷ ἐκ τοῦ δημοσίου δοθῆναι ἔγνωσαν: τὸν γὰρ τόπον ὃν 4 ἐν τῷ Παλατίῳ, 5 ὥστ᾽ οἰκοδομῆσαί τινα, ἐώνητο, ἐδημοσίωσε καὶ τῷ Ἀπόλλωνι ἱέρωσεν, ἐπειδὴ κεραυνὸς ἐς αὐτὸν ἐγκατέσκηψε. τήν τε οὖν οἰκίαν αὐτῷ ἐψηφίσαντο, καὶ τὸ μήτε ἔργῳ μήτε λόγῳ τι ὑβρίζεσθαι: [6] εἰ δὲ μή, τοῖς αὐτοῖς τὸν τοιοῦτό τι δράσαντα ἐνέχεσθαι οἷσπερ ἐπὶ τῷ δημάρχῳ ἐτέτακτο. καὶ γὰρ ἐπὶ τῶν αὐτῶν βάθρων συγκαθέζεσθαί σφισιν ἔλαβε.

1 i(/ppou L, i(/ppous M.

2 tw=n added by Bk.

3 a)pelogi/sato Rk., a)pelogh/sato LM.

4 o(\n R. Steph., to\n LM.

5 *palati/w| Xyl., stati/wi LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: