previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

37. ἐπὶ οὖν τούτους Καῖσαρ τότε στρατεύσας τὸ μὲν πρῶτον οὔτε τι ἐδῄου οὔτε τι ἥρπαζε, καίπερ καὶ τὰς κώμας αὐτῶν τὰς ἐν τοῖς πεδίοις ἐκλιπόντων: ἤλπιζε γὰρ ἐθελοντὰς αὐτοὺς ὑπάξεσθαι: 1 ὡς δὲ 2 καὶ προχωροῦντα αὐτὸν πρὸς Σισκίαν 3 ἐλύπησαν, ὠργίσθη καὶ τήν τε χώραν σφῶν ἔκαιε [2] καὶ πάνθ᾽ ὅσα ἐδύνατο λείαν ἐποιεῖτο. πλησιάσαντος δ᾽ αὐτοῦ τῇ πόλει οἱ ἐπιχώριοι παραυτίκα μὲν ὑπὸ τῶν δυνατῶν ἀναπεισθέντες ὡμολόγησάν τε αὐτῷ καὶ ὁμήρους ἔδοσαν, μετὰ δὲ τοῦτο τάς τε πύλας ἀπέκλεισαν καὶ ἐς πολιορκίαν κατέστησαν. εἶχον μὲν γὰρ καὶ τείχη ἰσχυρά, τὸ δ᾽ ὅλον ποταμοῖς [3] δύο ναυσιπόροις ἐθάρσουν. γὰρ Κόλοψ ὀνομαζόμενος παρ᾽ αὐτὸν τὸν περίβολον παραρρέων ἐς τὸν Σάουον ὀλίγον ἀπέχοντα αὐτοῦ ἐμβάλλει καὶ νῦν πᾶσαν τὴν πόλιν ἐγκεκύκλωται, Τιβερίου τάφρῳ τινὶ μεγάλῃ ἐς τοῦτο αὐτὸν καταστήσαντος, δἰ ἧς ἐς τὸ ἀρχαῖον αὖθις ῥεῖθρον ἐπανέρχεται. [4] τότε δὲ τῇ μὲν τοῦ Κόλοπος παρ᾽ αὐτὰ τὰ τείχη παρεξιόντος, τῇ δὲ τοῦ Σάουου ὀλίγον ἄπωθεν παραρρέοντος διάκενόν τι κατελέλειπτο, καὶ [5] σταυρώμασι καὶ ταφρεύμασιν ὠχύρωτο. οὖν Καῖσαρ πλοῖα παρὰ τῶν ταύτῃ συμμάχων ποιηθέντα λαβών, καὶ διά τε τοῦ Ἴστρου ἐς τὸν Σάουον [p. 418] καὶ δι᾽ ἐκείνου ἐς τὸν Κόλοπα αὐτὰ ἀγαγών, 4 προσέβαλέ 5 σφισι τῷ πεζῷ ἅμα καὶ ταῖς ναῦσί, καί τινας καὶ ναυμαχίας ἐν αὐτῷ 6 ἐποιήσατο. [6] καὶ γὰρ οἱ βάρβαροι μονόξυλα πλοῖα ἀντικατασκευάσαντες διεκινδύνευον, καὶ ἔν τε τῷ ποταμῷ ἄλλους τε συχνοὺς καὶ τὸν Μηνᾶν τὸν τοῦ Σέξτου ἐξελεύθερον ἀπέκτειναν, καὶ ἐν τῇ γῇ ἰσχυρῶς 7 αὐτὸν ἠμύνοντο, μέχρις οὗ τῶν συμμάχων τινὰς ἐνηδρεῦσθαί 8 τε καὶ ἐφθάρθαι ἐπύθοντο: τότε γὰρ ἀθυμήσαντες ἐνέδοσαν. καὶ οὕτως ἁλόντων ἐκείνων καὶ τὸ ἄλλο Παννονικὸν ὁμολογίᾳ προσηγάγετο.

1 u(pa/cesqai Pflugk, e)pa/cesqai LM.

2 w(s de\ R. Steph., w(=de LM.

3 *siski/an Leuncl. seiski/an LM.

4 a)gagw/n Bk., a)na/gwn LM.

5 prose/bale/ M, prose/balle/ L.

6 au)tw=| Bs., au)th=i LM.

7 i)sxurw=s Reim., e)xurw=s LM.

8 e)nhdreu=sqai/ R. Steph., e)nhdreu=qai LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: