previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

41. Μαικήνας μὲν ταῦτα εἰπὼν ἐπαύσατο, δὲ δὴ Καῖσαρ ἀμφοτέρους μέν σφας καὶ ἐπὶ τῇ πολυνοίᾳ καὶ ἐπὶ τῇ πολυλογίᾳ τῇ τε παρρησίᾳ ἰσχυρῶς ἐπῄνεσε, τὰ δὲ δὴ τοῦ Μαικήνου μᾶλλον εἵλετο. οὐ μέντοι καὶ πάντα εὐθὺς ὥσπερ ὑπετέθειτο ἔπραξε, φοβηθεὶς μὴ καὶ σφαλῇ τι, ἀθρόως [2] μεταρρυθμίσαι τοὺς ἀνθρώπους ἐθελήσας: ἀλλὰ τὰ μὲν παραχρῆμα μετεκόσμησε τὰ δ᾽ ὕστερον, καί τινα καὶ τοῖς μετὰ ταῦτα ἄρξουσι ποιῆσαι κατέλιπεν ὡς καὶ κατὰ καιρὸν μᾶλλον ἐν τῷ χρόνῳ γενησόμενα. καὶ αὐτῷ καὶ Ἀγρίππας πρὸς πάντα, καίπερ τὴν ἐναντίαν σφίσι γνώμην δούς, προθυμότατα συνήρατο, ὥσπερ ἂν εἰ καὶ ἐσηγητὴς αὐτῶν ἐγεγόνει. [3] ταῦτά τε Καῖσαρ, καὶ 1 ὅσα ἄνω μοι τοῦ λόγου εἴρηται, ἔπραξεν ἐν τῷ ἔτει ἐκείνῳ ἐν τὸ πέμπτον ὑπάτευσε, καὶ τὴν τοῦ αὐτοκράτορος [p. 186] ἐπίκλησιν ἐπέθετο. λέγω δὲ οὐ τὴν ἐπὶ ταῖς νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισίν ῾ἐκείνην γὰρ πολλάκις μὲν καὶ πρότερον πολλάκις δὲ καὶ ὕστερον ἀπ᾽ αὐτῶν τῶν ἔργων ἔλαβεν, [4] ὥστε καὶ ἅπαξ καὶ εἰκοσάκις 2 ὄνομα αὐτοκρατορος σχεῖν᾽ ἀλλὰ τὴν ἑτέραν τὴν τὸ κράτος διασημαίνουσαν, ὥσπερ τῷ τε πατρὶ αὐτοῦ τῷ Καίσαρι καὶ τοῖς παισὶ τοῖς τε ἐκγόνοις 3 ἐψήφιστο.

1 o( *kai=sar kai\ R. Steph., kai\ o( *kai=sar *wM.

2 a(/pac kai\ ei)kosa/kis Reim., e)n ei)ko/sin *wM.

3 e)kgo/nois *wM, e)ggo/nois Xiph.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: