previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. ἐγένετο: Αὔγουστος δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον, ὡς καὶ ἐθελοντὶ δὴ παρὰ πάντων αὐτὴν εἰληφώς, ἔπραττε, καὶ ἐνομοθέτει πολλά. οὐδὲν δὲ δέομαι καθ᾽ ἕκαστον ἀκριβῶς ἐπεξιέναι, χωρὶς ὅσα τῇ συγγραφῇ [2] πρόσφορά ἐστι. τὸ δ᾽ αὐτὸ τοῦτο καὶ ἐν τοῖς ἔπειτα πραχθεῖσι ποιήσω, ἵνα μὴ καὶ δι᾽ ὄχλου [p. 248] γένωμαι πάντα τὰ τοιαῦτα ἐπεσφέρων μηδ᾽ [3] αὐτοὶ οἱ πάνυ αὐτὰ μελετῶντες ἀκριβοῦσιν. οὐ μέντοι καὶ πάντα ἰδιογνωμονῶν ἐνομοθέτει, ἀλλ᾽ ἔστι μὲν καὶ ἐς τὸ δημόσιον προεξετίθει, ὅπως, ἄν τι μὴ ἀρέσῃ τινά, προμαθὼν ἐπανορθώσῃ: προετρέπετό τε γὰρ πάνθ᾽ ὁντινοῦν συμβουλεύειν οἱ, εἴ τίς τι ἄμεινον αὐτῶν ἐπινοήσειεν, καὶ παρρησίαν σφίσι πολλὴν ἔνεμε, καί τινα καὶ μετέγραφε. [4] τὸ δὲ δὴ πλεῖστον τούς τε ὑπάτους τὸν ὕπατον, ὁπότε καὶ αὐτὸς ὑπατεύοι, κἀκ τῶν ἄλλων ἀρχόντων ἕνα παρ᾽ ἑκάστων, ἔκ τε τοῦ λοιποῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα τοὺς κλήρῳ 1 λαχόντας, συμβούλους ἐς ἑξάμηνον παρελάμβανεν, ὥστε δι᾽ αὐτῶν καὶ τοῖς ἄλλοις πᾶσι κοινοῦσθαι τρόπον τινὰ τὰ νομοθετούμενα [5] νομίζεσθαι. ἐσέφερε μὲν γάρ τινα καὶ ἐς πᾶσαν τὴν γερουσίαν, βέλτιον μέντοι νομίζων εἶναι τὸ μετ᾽ ὀλίγων καθ᾽ ἡσυχίαν τά τε πλείω καὶ τὰ μείζω προσκοπεῖσθαι, τοῦτό τε ἐποίει καὶ ἔστιν [6] ὅτε καὶ ἐδίκαζε μετ᾽ αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καθ᾽ ἑαυτὴν βουλὴ πᾶσα ὡς καὶ πρότερον, καί τισι καὶ πρεσβείαις καὶ κηρυκείαις καὶ δήμων καὶ βασιλέων ἐχρημάτιζεν, τε δῆμος ἐς τὰς ἀρχαιρεσίας καὶ τὸ πλῆθος αὖ συνελέγετο: οὐ μέντοι καὶ ἐπράττετό τι μὴ καὶ ἐκεῖνον ἤρεσκε. 2 [7] τοὺς γοῦν ἄρξοντας τοὺς μὲν αὐτὸς ἐκλεγόμενος προεβάλλετο, τοὺς δὲ καὶ ἐπὶ τῷ δήμῳ τῷ τε [p. 250] ὁμίλῳ κατὰ τὸ ἀρχαῖον ποιούμενος ἐπεμελεῖτο ὅπως μήτ᾽ ἀνεπιτήδειοι μήτ᾽ ἐκ παρακελεύσεως καὶ δεκασμοῦ ἀποδεικνύωνται. 3

1 klh/rw| Xiph., klh/rous *wM.

2 h)/reske Xiph. Zon., h)/resen *wM.

3 a)podeiknu/wntai R. Steph., a)podei/knuntai *wM Xiph. Zon.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: