previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. ἡμεῖς οὐδ᾽ ἀναγκαζόμενοι προσιέμεθα. τίς μὲν γὰρ ἂν μεγαλοψυχότερός μου, ἵνα μὴ καὶ τὸν πατέρα τὸν μετηλλαχότα αὖθις εἴπω, τίς δὲ δαιμονιώτερος εὑρεθείη; ὅστις, Ζεῦ καὶ Ἥρακλες, [p. 208] στρατιώτας τοσούτους καὶ τοιούτους, καὶ πολίτας καὶ συμμάχους, φιλοῦντάς με ἔχων, καὶ πάσης μὲν τῆς ἐντὸς τῶν Ἡρακλείων στηλῶν θαλάσσης πλὴν ὀλίγων κρατῶν, ἐν πάσαις δὲ ταῖς ἠπείροις [2] καὶ πόλεις καὶ ἔθη κεκτημένος, καὶ μήτ᾽ ἀλλοφύλου τινὸς ἔτι προσπολεμοῦντός μοι μήτ᾽ οἰκείου στασιάζοντος, ἀλλὰ πάντων ὑμῶν καὶ εἰρηνούντων καὶ ὁμονοούντων καὶ εὐθενούντων 1 καὶ τὸ μέγιστον ἐθελοντηδὸν πειθαρχούντων, ἔπειθ᾽ ἑκούσιος αὐτεπάγγελτος καὶ ἀρχῆς τηλικαύτης ἀφίσταμαι καὶ οὐσίας τοσαύτης ἀπαλλάττομαι. [3] ὥστ᾽ εἴπερ Ὁράτιος Μούκιος Κούρτιος Ῥήγουλος οἱ Δέκιοι καὶ κινδυνεῦσαι καὶ ἀποθανεῖν ὑπὲρ τοῦ μέγα τι καὶ καλὸν πεποιηκέναι δόξαι ἠθέλησαν, πῶς οὐκ ἂν ἐγὼ μᾶλλον ἐπιθυμήσαιμι τοῦτο πρᾶξαι ἐξ οὗ κἀκείνους καὶ τοὺς ἄλλους ἅμα πάντας ἀνθρώπους εὐκλείᾳ ζῶν [4] ὑπερβαλῶ; μὴ γάρ τοι νομίσῃ τις ὑμῶν 2 τοὺς μὲν πάλαι Ῥωμαίους καὶ ἀρετῆς καὶ εὐδοξίας ἐφεῖσθαι, νῦν δὲ ἐξίτηλον ἐν τῇ πόλει πᾶν τὸ ἀνδρῶδες γεγονέναι. μὴ μέντοι μηδ᾽ ὑποπτεύσῃ ὅτι προέσθαι τε ὑμᾶς καὶ πονηροῖς τισιν ἀνδράσιν ἐπιτρέψαι, καὶ ὀχλοκρατίᾳ τινί, ἐξ ἧς οὐ μόνον οὐδὲν χρηστὸν ἀλλὰ καὶ πάντα τὰ δεινότατα ἀεὶ πᾶσιν ἀνθρώποις γίγνεται, ἐκδοῦναι βούλομαι. [5] ὑμῖν γάρ, ὑμῖν τοῖς ἀρίστοις καὶ φρονιμωτάτοις πάντα τὰ κοινὰ ἀνατίθημι. ἐκεῖνο μὲν γὰρ οὐδέποτ᾽ ἂν ἐποίησα, οὐδ᾽ εἰ μυριάκις ἀποθανεῖν καὶ μοναρχῆσαί με ἔδει: τοῦτο δὲ καὶ ὑπὲρ [6] ἐμαυτοῦ καὶ ὑπὲρ τῆς πόλεως ποιῶ. αὐτός τε [p. 210] γὰρ καὶ πεπόνημαι καὶ τεταλαιπώρημαι, καὶ οὐκέτ᾽ οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι ἀντέχειν δύναμαι: καὶ προσέτι καὶ τὸν φθόνον καὶ τὸ μῖσος, καὶ πρὸς τοὺς ἀρίστους ἄνδρας ἐγγίγνεταί τισι, τάς τε ἐξ αὐτῶν ἐπιβουλὰς προορῶμαι. [7] καὶ διὰ ταῦτα καὶ ἰδιωτεῦσαι μᾶλλον εὐκλεῶς μοναρχῆσαι ἐπικινδύνως αἱροῦμαι. καὶ τὰ κοινὰ κοινῶς ἂν πολὺ βέλτιον ἅτε 3 καὶ ὑπὸ πολλῶν ἅμα διαγόμενα καὶ μὴ ἐς ἕνα τινὰ ἀνηρτημένα διοικοῖτο.

1 eu)qenou/ntwn Dind., eu)qhnou/ntwn Rk., eu)sqenou/ntwn *wM.

2 u(mw=n M, h(mw=n V.

3 be/ltion a(/te Rk., belti/ona/ te *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: