previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. ὑπάτευε μὲν δὴ ἐν τῷ ἔτει ἐκείνῳ 1 Γάιος Σέντιος: ἐπεὶ δὲ καὶ τὸν συνάρξοντα αὐτῷ προσαποδειχθῆναι ἔδει ῾ὁ γὰρ Αὔγουστος οὐδὲ τότε τηρηθεῖσάν οἱ τὴν ἀρχὴν ἐδέξατὀ, στάσις τε αὖθις ἐν τῇ Ῥώμῃ συνηνέχθη καὶ σφαγαὶ συνέβησαν, ὥστε τοὺς βουλευτὰς φρουρὰν τῷ Σεντίῳ 2 [2] ψηφίσασθαι. ἐπειδή τε 3 μὴ 4 ἠθέλησεν αὐτῇ χρήσασθαι, πρέσβεις πρὸς τὸν Αὔγουστον, μετὰ δύο ῥαβδούχων ἕκαστον, ἔπεμψαν. μαθὼν οὖν ταῦτ᾽ ἐκεῖνος, καὶ συνιδὼν ὅτι οὐδὲν πέρας τοῦ κακοῦ γενήσοιτο, οὐκέτ᾽ αὐτοῖς ὁμοίως ὥσπερ καὶ πρὶν προσηνέχθη, ἀλλ᾽ ἔκ τε τῶν πρεσβευτῶν αὐτῶν Κύιντον Λουκρήτιον, καίπερ ἐν τοῖς ἐπικηρυχθεῖσιν ἀναγραφέντα, ὕπατον ἀπέδειξε, καὶ αὐτὸς [3] ἐς τὴν Ῥώμην ἠπείχθη. καὶ αὐτῷ ἐπί τε τούτοις καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς ἐν τῇ ἀποδημίᾳ πραχθεῖσι πολλὰ καὶ παντοῖα ἐψηφίσθη: ὧν οὐδὲν προσήκατο, πλὴν Τύχῃ τε Ἐπαναγώγῳ ῾οὕτω γάρ πως αὐτὴν ἐκάλεσαν᾽ βωμὸν ἱδρυθῆναι καὶ τὴν ἡμέραν ἣν ἀφίξοιτο ἔν τε ταῖς ἱερομηνίαις ἀριθμεῖσθαι [4] καὶ Αὐγουστάλια ὀνομάζεσθαι. ἐπεὶ δὲ καὶ ὣς αἵ τε ἀρχαὶ καὶ οἱ ἄλλοι προαπαντῆσαί οἱ προπαρεσκευάσαντο, νύκτωρ ἐς τὴν πόλιν ἐσεκομίσθη, καὶ τῇ ὑστεραίᾳ τῷ τε Τιβερίῳ τὰς τῶν ἐστρατηγηκότων τιμὰς ἔδωκε, καὶ τῷ Δρούσῳ πέντε ἔτεσι θᾶσσον παρὰ τὰ νομιζόμενα τὰς [p. 308] [5] ἀρχὰς αἰτῆσαι ἐπέτρεψεν. ἐπειδή τε μηδὲν ὡμολόγει ὅσα τε ἀπόντος αὐτοῦ στασιάζοντες καὶ ὅσα παρόντος φοβούμενοι ἔπρασσον, ἐπιμελητής τε τῶν τρόπων ἐς πέντε ἔτη 5 παρακληθεὶς δὴ ἐχειροτονήθη, καὶ τὴν ἐξουσίαν τὴν μὲν τῶν τιμητῶν ἐς τὸν αὐτὸν χρόνον τὴν δὲ τῶν ὑπάτων διὰ βίου ἔλαβεν, ὥστε καὶ ταῖς δώδεκα ῥάβδοις ἀεὶ καὶ πανταχοῦ χρῆσθαι, καὶ ἐν μέσῳ τῶν ἀεὶ 6 ὑπατευόντων ἐπὶ τοῦ ἀρχικοῦ δίφρου καθίζεσθαι. [6] ψηφισάμενοι δὲ ταῦτα διορθοῦν τε πάντα αὐτὸν 7 καὶ νομοθετεῖν ὅσα βούλοιτο ἠξίουν, καὶ τούς τε νόμους τοὺς γραφησομένους ὑπ᾽ αὐτοῦ Αὐγούστους ἐκεῖθεν ἤδη προσηγόρευον, καὶ ἐμμενεῖν 8 σφισιν ὀμόσαι 9 ἤθελον. δὲ τὰ μὲν ἄλλα ὡς 10 καὶ ἀναγκαῖα ἐδέξατο, τοὺς δ᾽ ὅρκους ἀφῆκεν [7] αὐτοῖς: καὶ γὰρ εὖ ᾔδει ὅτι, εἰ μὲν ἀπὸ γνώμης τι ψηφίσαιντο, τηρήσουσιν 11 αὐτὸ κἂν μὴ ὀμόσωσιν, 12 εἰ δὲ μή, οὐδὲν αὐτοῦ, κἂν μυρίας πίστεις ἐπαγάγωσι, προτιμήσουσιν. 13

1 e)kei/nw| Reim., e)n w(=i M.

2 *senti/w| R. Steph., genti/wi M

3 te supplied by Bs.

4 mh\ Dind., mh/te M.

5 e)/th supplied by Xyl. (cf. Zon: ei)s pentaeti/an'.

6 a)ei\ Bk., ai)ei\ M.

7 au)to\n Rk., au)ta\ M.

8 e)mmenei=n Dind., e)mme/nein M.

9 o)mo/sai Xyl., o(/mose M.

10 w(s Bk., w(s a(/te M.

11 thrh/sousin Reim., throu=sin M.

12 o)mo/swsin Rk., o(mologh/swsin M.

13 protimh/sousin Rk., proceni/swsin M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: