previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. καὶ μετ᾽ ἐνιαυτὸν καὶ Λούκιος τὰς τιμὰς ὅσαι τῷ Γαΐῳ τῷ ἀδελφῷ αὐτοῦ ἐδέδοντο ἔλαβεν. ἀθροισθέντος δὲ τοῦ δήμου καὶ ἐπανορθωθῆναί τινα ἀξιοῦντος καὶ τοὺς δημάρχους διὰ τοῦτο πρὸς τὸν Αὔγουστον πέμψαντος, ἦλθεν ἐκεῖνος καὶ περὶ ὧν ἐδέοντο σφίσι συνδιεσκέψατο: καὶ ἐπὶ τούτῳ 1 ἥσθησαν ἅπαντες.” Zon. 10, 35.[p. 406] δὲ Αὔγουστος τὸ τοῦ σιτοδοτουμένου 2 πλῆθος ἀόριστον ὂν ἐς εἴκοσι μυριάδας κατέκλεισε, καὶ ὥς γέ τινες λέγουσι, καθ᾽ ἕνα ἑξήκοντα δραχμὰς ἔδωκε.” Xiph. 100, 30-101, 1.[1α] ὡς Αὐγούστου ἀγορὰ καθιερώθη.” Index toβκ. λϝ. 1. 6. ὡς τοῦ Ἄρεως ναὸς ἐν αὐτῇ ὢν καθιερώθη.” Index to Bk. LV. 1. 7.[2] ... Ἄρει, 3 ἑαυτὸν δὲ καὶ τοὺς ἐγγόνους, ὁσάκις ἂν ἐθελήσωσι, τούς τε ἐκ τῶν παίδων ἐξιόντας καὶ ἐς τοὺς ἐφήβους ἐγγραφομένους ἐκεῖσε πάντως ἀφικνεῖσθαι, καὶ τοὺς ἐπὶ τὰς ἀρχὰς τὰς ἐκδήμους [3] στελλομένους ἐκεῖθεν ἀφορμᾶσθαι, τάς τε γνώμας τὰς περὶ τῶν νικητηρίων ἐκεῖ τὴν βουλὴν ποιεῖσθαι, καὶ τοὺς πέμψαντας αὐτὰ τῷ Ἄρει τούτῳ καὶ τὸ σκῆπτρον καὶ τὸν στέφανον ἀνατιθέναι, καὶ ἐκείνους τε καὶ τοὺς ἄλλους τοὺς τὰς ἐπινικίους τιμὰς λαμβάνοντας ἐν τῇ ἀγορᾷ χαλκοῦς [4] ἵστασθαι, ἄν τέ ποτε σημεῖα στρατιωτικὰ ἐς πολεμίους ἁλόντα ἀνακομισθῇ, ἐς τὸν ναὸν αὐτὰ τίθεσθαι, καὶ πανήγυρίν τινα πρὸς τοῖς ἀναβασμοῖς αὐτοῦ ὑπὸ τῶν ἀεὶ ἰλαρχούντων 4 ποιεῖσθαι, ἧλόν τε αὐτῷ ὑπὸ τῶν τιμητευσάντων [5] προσπήγνυσθαι, καὶ τήν τε παράσχεσιν τῶν ἵππων τῶν ἐς τὴν ἱπποδρομίαν ἀγωνιουμένων [p. 408] καὶ τὴν τοῦ ναοῦ φυλακὴν καὶ βουλευταῖς ἐργολαβεῖν ἐξεῖναι, καθάπερ ἐπί τε τοῦ Ἀπόλλωνος καὶ ἐπὶ τοῦ Διὸς τοῦ Καπιτωλίου ἐνενομοθέτητο. [6] ἐπὶ μὲν τούτοις τὸ μέγαρον ἐκεῖνο Αὔγουστος ἐθείωσε, καίτοι τῷ τε Γαΐῳ καὶ τῷ Λουκίῳ πάντα καθάπαξ τὰ τοιαῦτα ἱεροῦν ἐπιτρέψας ὑπατικῇ τινι ἀρχῇ κατὰ τὸ παλαιὸν χρωμένοις. καὶ τήν γε ἱπποδρομίαν αὐτοὶ τότε διέθεσαν, τήν τε Τροίαν καλουμένην οἱ παῖδες οἱ πρῶτοι μετὰ τοῦ [7] Ἀγρίππου τοῦ ἀδελφοῦ αὐτῶν 5 ἵππευσαν. καὶ λέοντες ἑξήκοντα καὶ διακόσιοι ἐν τῷ ἱπποδρόμῳ ἐσφάγησαν. ὁπλομαχία τε ἐν τοῖς σέπτοις καὶ ναυμαχία ἐν τῷ χωρίῳ ἐν καὶ νῦν ἔτι σημεῖά τινα αὐτῆς δείκνυται Περσῶν καὶ Ἀθηναίων ἐποιήθη: ταῦτα γὰρ τὰ ὀνόματα τοῖς ναυμαχοῦσιν [8] ἐτέθη, καὶ ἐνίκων καὶ τότε οἱ Ἀθηναῖοι. καὶ μετὰ τοῦτο ἔς τε τὸν Φλαμίνιον ἱππόδρομον ὕδωρ ἐσήχθη, καὶ ἐν αὐτῷ κροκόδειλοι 6 ἓξ καὶ τριάκοντα κατεκόπησαν. οὐ μέντοι καὶ διὰ πασῶν τῶν ἡμερῶν τούτων Αὔγουστος ὑπάτευσεν, ἀλλ᾽ ἐπ᾽ ὀλίγον ἄρξας ἄλλῳ τὸ ὄνομα τῆς ὑπατείας ἔδωκε. [9] τῷ μὲν οὖν Ἄρει ταῦτ᾽ ἐγένετο, αὐτῷ δὲ δὴ τῷ Αὐγούστῳ ἀγών τε ἱερὸς ἐν Νέᾳ πόλει 7 τῇ Καμπανίδι, λόγῳ μὲν ὅτι κακωθεῖσαν αὐτὴν καὶ ὑπὸ σεισμοῦ καὶ ὑπὸ πυρὸς ἀνέλαβεν, τὸ δ᾽ ἀληθὲς ἐπειδὴ τὰ τῶν Ἑλλήνων μόνοι τῶν προσχώρων [10] τρόπον τινὰ ἐζήλουν, ἐψηφίσθη, καὶ ἐπωνυμία τοῦ πατρὸς ἀκριβῶς ἐδόθη: πρότερον γὰρ ἄλλως [p. 410] ἄνευ ψηφίσματος ἐπεφημίζετο. καὶ μέντοι καὶ ἐπάρχους τῶν δορυφόρων τότε πρῶτον Κύιντόν τε Ὀστώριον Σκαπούλαν καὶ Πούπλιον Σάλουιον Ἄπρον ἀπέδειξεν: οὕτω γάρ τοι αὐτοὺς καὶ ἐγὼ μόνους τῶν ἐπαρχόντων τινός, ἐπειδήπερ ἐκνενίκηκεν, ”

1 tou/tw| ABCc, tou=to E.

2 sitodotoume/nou L', sitodoume/nou *wC.

3 *)/arei Morell, rei M.

4 i)larxou/ntwn Bk., ei)larxou/ntwn M.

5 au)tw=n Morelli, au)tou= M.

6 kroko/deiloi R. Steph., korko/deiloi M.

7 *ne/a| po/lei Bk., neapo/lei M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: