previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. οὐ μὴν ἀλλ᾽ ἐν 1 μὲν τούτῳ ἐπῃνεῖτο, καὶ μάλισθ᾽ ὅτι ψηφισθέντα οἱ ἐπ᾽ αὐτοῖς πολλὰ οὐκ ἐδέξατο, ἐκ δὲ δὴ τῶν ἐρώτων, οἷς ἀνέδην 2 καὶ τῶν εὐγενεστάτων καὶ ἀρρένων καὶ θηλειῶν [2] ὁμοίως ἐχρῆτο, διεβάλλετο. γοῦν Μάριος Σέξτος ἐκεῖνος φίλος αὐτοῦ καὶ διὰ τοῦτο καὶ πλουτήσας καὶ δυνηθεὶς τοσοῦτον ὥστ᾽, ἐπειδὴ γείτονί τινι ὠργίσθη, δειπνίσαι 3 τε αὐτὸν ἐπὶ δύο ἡμέρας, καὶ τῇ μὲν προτεραίᾳ τὴν ἔπαυλιν αὐτοῦ πᾶσαν κατασκάψαι, τῇ δ᾽ ὑστεραίᾳ ἐπι τε τὸ μεῖζον καὶ ἐπὶ τὸ λαμπρότερον αὐτὴν [p. 242] [3] ἀνοικοδομῆσαι, ἀγνοοῦντί τε αὐτῷ τοὺς ταῦτα πεποιηκότας ἑκάτερον ὁμολογῆσαι, καὶ παραδείξαντα εἰπεῖν ὅτιοὕτω καὶ ἀμύνεσθαί τινα καὶ ἀμείβεσθαι καὶ οἶδα καὶ δύναμαι,’ τὴν θυγατέρα ἐκπρεπῆ οὖσαν ὑπεκπέμψας ποι ἵνα μὴ Τιβέριος αὐτὴν αἰσχύνῃ, αἰτίαν τε ἔσχεν ὡς [4] συνών οἱ, καὶ διὰ τοῦτο καὶ συναπώλετο. ἐπὶ μὲν τούτοις αἰσχύνην ὠφλίσκανεν, ἐπὶ δὲ δὴ τῷ τε τοῦ Δρούσου καὶ τῷ τῆς Ἀγριππίνης θανάτῳ ὠμότητα: δοκοῦντες γὰρ οἱ ἄνθρωποι ὑπὸ τοῦ Σεϊανοῦ πάντα τὰ κατ᾽ αὐτοὺς πρότερον γεγονέναι, 4 καὶ ἐλπίσαντές σφας σωθήσεσθαι τότε, ὡς καὶ [5] ἐκείνους πεφονεῦσθαι ἔμαθον, ὑπερήλγησαν διά τε τοῦτο καὶ ὅτι τὰ ὀστᾶ αὐτῶν οὐ 5 μόνον οὐκ ἐς τὸ βασιλικὸν μνημεῖον κατέθετο, ἀλλὰ καὶ κρυφθῆναί που κατὰ τῆς γῆς ἐκέλευσεν ὥστε μηδέποτε εὑρεθῆναι. τῇ δ᾽ οὖν Ἀγριππίνῃ καὶ Πλαγκῖνα Μουνατία ἐπεσφάγη: πρότερον γὰρ καίπερ μισῶν αὐτήν, οὐ διὰ τὸν Γερμανικὸν ἀλλὰ διὰ ἄλλο τι, ὅμως ἵνα μὴ καὶ ἐκείνη τῷ θανάτῳ αὐτῆς ἐφησθῇ, ζῆν εἴα. ”

1 e)n M cod. Peir., e)pi\ Xiph.

2 a)ne/dhn cod. Peir. Xiph., a)nai/dhn M.

3 deipni/sai Xiph., deipnh/sai M.

4 gegone/nai Reim., geno/mena M, ta\ kat' e)kei/nwn pro/teron gi/nesqai Zon.

5 ou) supplied by Leuncl.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: