previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. τοιοῦτος οὖν δή τις, ὥς γε συνελόντι εἰπεῖν, ὤν, οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω [p. 372] τε τῶν προειρημένων παθῶν ἐγίγνετο καὶ ἑαυτοῦ ἐκράτει. λέξω δὲ καὶ καθ᾽ ἕκαστον ὧν ἐποίησε. [2] τὰ μὲν ψηφισθέντα οἱ εὐθὺς πάντα, πλὴν τῆς τοῦ πατρὸς ἐπωνυμίας, ἐδέξατο ῾ταύτην γὰρ μετὰ ταῦτα προσέθετὀ, οὐ μέντοι καὶ παραυτίκα ἀλλ᾽ ὀψὲ καὶ τριακοστῇ ἡμέρᾳ ἐς τὴν βουλὴν ἐσῆλθε. τόν τε γὰρ Γάιον οὕτως ὁρῶν ἀπολωλότα, καὶ πυνθανόμενός τινας ὡς καὶ βελτίονας ἑαυτοῦ πρὸς τὴν ἀρχὴν ὑπ᾽ αὐτῆς προβεβλῆσθαι, οὐκ ἐθάρσει, ἀλλὰ τά τε ἄλλα ἀκριβῶς ἐφυλάττετο, [3] καὶ πάντας τοὺς προσιόντας οἱ καὶ ἄνδρας καὶ γυναῖκας ἐρευνᾶσθαι ἐποίει μή τι ξιφίδιον ἔχωσιν, ἔν τε τοῖς συμποσίοις πάντως τινὰς στρατιώτας συνόντας εἶχε. καὶ τοῦτο μὲν ἐξ ἐκείνου καταδειχθὲν καὶ δεῦρο ἀεὶ γίγνεται, δὲ δὴ ἔρευνα [4] διὰ πάντων ἐπὶ 1 Οὐεσπασιανοῦ 2 ἐπαύσατο. τὸν μὲν οὖν Χαιρέαν καί τινας ἄλλους, καίπερ πάνυ ἐπὶ τῷ τοῦ Γαΐου θανάτῳ ἡσθείς, ὅμως ἀπέκτεινεν: οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνου πρᾶξιν εἰλήφει χάριν αὐτῷ ᾔδει, ἀλλ᾽ ὅτι ἐτόλμησεν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν, πόρρωθεν τὸ καθ᾽ ἑαυτὸν ἐς ἀσφάλειαν προορώμενος. ἔπραξε δὲ τοῦτο οὐχ ὡς καὶ τῷ Γαΐῳ τιμωρῶν, ἀλλ᾽ ὡς [5] ἑαυτῷ ἐπιβουλεύσαντα αὐτὸν λαβών. καί οἱ Σαβῖνος ἑκὼν ἐπαπέθανε, 3 μὴ ἀξιώσας κολασθέντος αὐτοῦ περιεῖναι. τοῖς γε μὴν ἄλλοις, οἳ τὴν δημοκρατίαν ἐκφανῶς ἐσπούδασαν καὶ ἐπίδοξοι λήψεσθαι τὸ κράτος ἐγένοντο, οὐχ ὅσον οὐκ ἐμνησικάκησεν, ἀλλὰ καὶ τιμὰς καὶ ἀρχὰς ἔδωκεν: ἐκδηλότατα [p. 374] γὰρ καὶ ἐν τοῖς πάντων πώποτε οὐ τῷ λόγῳ μόνον τὴν ἄδειάν σφισι, κατὰ τὸν τῶν Ἀθηναίων ζῆλον, ὡς ἔλεγεν, ὑπέσχετο, ἀλλὰ καὶ τῷ ἔργῳ [6] παρέσχε. τό τε ἔγκλημα τῆς ἀσεβείας ὁμοίως οὐκ ἐν τοῖς γράμμασι μόνοις ἀλλὰ καὶ ἐν ταῖς πράξεσιν ἔπαυσε, καὶ οὐδένα διὰ τοιοῦτό τι οὔτ᾽ ἐπὶ τοῖς προτέροις οὔτ᾽ ἐπὶ τοῖς ἔπειτα ἐκόλασε. [7] τούς γε μὴν ἀδικήσαντάς τι καὶ προπηλακίσαντας αὐτὸν ἰδιώτην ὄντα ῾πολλοὶ δὲ ταῦτα ἄλλως τε ὡς μηδενὸς λόγου ἄξιον, καὶ οἱ μὲν τῷ Τιβερίῳ οἱ δὲ τῷ Γαΐῳ χαριζόμενοι, ἐπεποιήκεσαν᾽ πλαστῷ μὲν ἐγκλήματι οὐδενὶ μετῄει, εἰ μέντοι τι ἄλλο κακουργοῦντας εὕρισκε, καὶ δι᾽ ἐκεῖνα ἐτιμωρεῖτο. ”

1 e)pi\ Rk., dia\ M Zon.

2 *ou)espasianou= R. Steph., ou)espesianou= M.

3 e)pape/qane Dind., a)pe/qane M Zon., sunape/qane L'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: