previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. ὠλοφύροντο δὲ πάντες οἱ νοῦν ἔχοντες καὶ ἐπὶ τῷ πλήθει τῶν ἀναλισκομένων. πάντα μὲν γὰρ τὰ πολυτελέστατα ἄνθρωποι ἐσθίουσι, πάντα δὲ καὶ τὰ ἄλλα τὰ τιμιώτατα, ἵππους ἀνδράποδα [p. 76] ζεύγη χρυσίον ἀργύριον ἐσθῆτα ποικίλην, ἐδίδου [2] διὰ συμβόλων: σφαιρία γὰρ μικρά, γεγραμμένα ὡς ἕκαστα αὐτῶν ἔχοντα, ἐς τὸν ὅμιλον ἐρρίπτει, καὶ ἐδίδοτο τι τις δι᾽ ἐκείνων ἥρπασεν. ἐνενόουν γὰρ ὅτι, ὁπότε τοσαῦτα ἀνήλισκεν ἵνα ἀσχημονήσῃ, οὐδενὸς τῶν ἀτοπωτάτων ἀφέξεται ἵνα τι κερδάνῃ. τεράτων δέ τινων γεγονότων τότε οἱ μάντεις ὄλεθρον αὐτῷ ταῦτα φέρειν εἶπον, καὶ συνεβούλευσαν ἐς ἑτέρους τὸ δεινὸν ἀποτρέψασθαι. [3] κἂν συχνοὺς εὐθὺς κατεχρήσατο, εἰ μὴ Σενέκας ἔφη αὐτῷ ὅτιὅσους ἂν ἀποσφάξῃς, οὐ δύνασαι τὸν διάδοχόν σου ἀποκτεῖναι.’” Xiph. 156, 6-157, 5 R. St.τότε μὲν δὴ τοσαῦτα σωτήρια, ὡς δὴ ἔλεγεν, ἑώρτασε, καὶ τὴν ἀγορὰν τῶν ὄψων, τὸ μάκελλον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: