previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16. Καθ᾽ ὃν δὴ καιρὸν ταῦτα ἐγένετο: οἶνός τε γὰρ ἐν καπηλείῳ τινὶ τοσοῦτος ὑπὲρ τὸ ἀγγεῖον ὑπερεχύθη ὥστε καὶ ἐς τὴν ὁδὸν προχωρῆσαι, 1 καὶ Σαβῖνος ἐκεῖνος Γαλάτης Καίσαρά ποτε ἑαυτὸν ὀνομάσας καὶ ἐς ὅπλα χωρήσας ἡττηθείς τε καὶ ἐς τὸ μνημεῖον κατακρυφθεὶς [2] ἐφωράθη 2 τε καὶ ἐς τὴν Ῥώμην ἀνήχθη. συναπέθανε δὲ αὐτῷ καὶ γυνὴ Πεπονίλα, ἥπερ [p. 292] που καὶ διεσέσωστο αὐτόν, καίτοι καὶ τὰ παιδία τῷ Οὐεσπασιανῷ προβαλοῦσα καὶ ἐλεεινότατόν ἐπ᾽ αὐτοῖς λόγον εἰποῦσα, ὅτιταῦτα, Καῖσαρ, καὶ ἐγέννησα ἐν τῷ μνημείῳ καὶ ἔθρεψα, ἵνα σε πλείονες ἱκετεύσωμεν.’ δακρῦσαι μὲν γὰρ καὶ αὐτὸν καὶ τοὺς ἄλλους ἐποίησεν, οὐ μέντοι καὶ ἠλεήθησαν. [3] κἀν τούτῳ ἐπεβουλεύθη μὲν ὑπό τε τοῦ Ἀλιηνοῦ καὶ ὑπὸ τοῦ Μαρκέλλου, καίπερ φίλους τε αὐτοὺς ἐν τοῖς μάλιστα νομίζων καὶ πάσῃ ἐς αὐτοὺς ἀφθονωτάτῃ τιμῇ χρώμενος, οὐ μὴν καὶ ὑπ᾽ ἐκείνων ἀπέθανε: φωραθέντες 3 γὰρ Ἀλιηνὸς μὲν αὐτοῦ ἐν τῷ βασιλείῳ, 4 ἐξαναστὰς ἐκ τοῦ συσσιτίου, εὐθὺς ἀπεσφάγη τοῦ Τίτου κελεύσαντος, μὴ καὶ φθάσῃ τι τῆς νυκτὸς νεοχμῶσαι ῾τῶν γὰρ στρατιωτῶν συχνοὺς προπαρεσκεύαστὀ, [4] Μάρκελλος δὲ κριθεὶς ἐν τῷ συνεδρίῳ καὶ καταδικασθεὶς ἀπέτεμε τὸν λαιμὸν αὐτὸς ἑαυτῷ ξυρῷ. οὕτω που τοὺς φύσει κακοὺς οὐδ᾽ αἱ εὐεργεσίαι νικῶσιν, ὁπότε κἀκεῖνοι τῷ τοσαῦτα εὐηργετηκότι σφᾶς ἐπεβούλευσαν.” Xiph. 208, 15-210, 14.[p. 294]

1 proxwrh=sai exc. Salm., prosxwrh=sai *wC.

2 e)fwra/qh *w, e)fanerw/qh C.

3 fwraqe/ntes C Zon., fanerwqe/ntes V.

4 tw=| basilei/w| *wC, toi=s basilei/ois Zon.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: