previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16. καὶ οὐ γάρ ἐστιν οὐδὲν τῶν τηλικούτων ἀπρόοπτον, ἄλλα τε 1 αὐτῷ σημεῖα ἐγένετο οὐκ αἴσια, 2 καὶ αὐτὸς ἐν τῷ ὕπνῳ τόν τε Ῥούστικον ξίφει προσιέναι οἱ, καὶ τὴν Ἀθηνᾶν, ἣν ἐν τῷ κοιτῶνι ἱδρυμένην εἶχε, τὰ ὅπλα ἀποβεβληκέναι καὶ ἐπὶ ἅρματος ἵππων μελάνων ἐς χάσμα ἐσπίπτειν ἔδοξεν. δὲ δὴ μάλιστα διὰ πάντων [2] ἄξιον θαυμάσαι ἐστί, Λαργῖνός τις Πρόκλος δημοσίᾳ προειπὼν ἐν Γερμανίᾳ ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἀπέθανε τελευτήσει, ἀνεπέμφθη τε ἐς τὴν Ῥώμην ὑπὸ τοῦ ἄρχοντος, καὶ ἐσαχθεὶς πρὸς τὸν Δομιτιανὸν ἔφη καὶ τότε τοῦθ᾽ οὕτως ἕξειν, καὶ καταδικασθεὶς τὴν ἐπὶ θανάτῳ 3 ἀνεβλήθη τε ὅπως διαφυγόντος αὐτοῦ τὸν κίνδυνον [p. 356] ἀποθάνῃ, κἀν τούτῳ τοῦ Δομιτιανοῦ σφαγέντος ἐσώθη καὶ δέκα μυριάδας δραχμῶν [3] παρὰ τοῦ Νέρουα ἔλαβεν. ἕτερος τέ τις πρότερόν ποτε εἰπὼν αὐτῷ καὶ ὁπότε καὶ ὅπως φθαρήσεται, ἔπειτα ἐρωτηθεὶς ὁποίῳ αὐτὸς τέλει τοῦ βίου χρήσεται, καὶ ἀποκρινάμενος ὅτι ὑπὸ κυνῶν ἀναλωθήσεται, ἐκελεύσθη μὲν ζῶν κατακαυθῆναι καὶ τὸ πῦρ αὐτῷ προσήχθη, ὑετοῦ δὲ ἐν τούτῳ πολλοῦ καταρρυέντος τε πυρὰ ἐσβέσθη καὶ ἐκεῖνον κύνες ὀπίσω τὼ χεῖρε δεδεμένον καὶ ἐπικείμενον ἐπ᾽ αὐτῆς 4 εὑρόντες διεσπάραξαν. ”

1 te Sylb., ge *wC.

2 ou)k ai)/sia Zon., om. Xiph.

3 e)pi\ qana/tw| St., e)pi\ qa/naton *wC.

4 e)p' au)th=s *wC, au)th=| Zon.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: