previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4. ὅτι Κόμμοδος πολλὰ μὲν καὶ ἀπρεπῆ ἔπραξε, πλείστους δὲ ἐφόνευσε.” Exc. Val. 313 (p. 722).καὶ ἐπεβουλεύθη μὲν πολλάκις ὑπό τινων, πλείστους δὲ ἐφόνευσε καὶ ἄνδρας καὶ γυναῖκας, τοὺς μὲν φανερῶς τοὺς δὲ λάθρᾳ φαρμάκοις, καὶ ὡς εἰπεῖν πάντας τοὺς ἐπὶ τοῦ πατρὸς αὐτοῦ καὶ [2] ἐπ᾽ αὐτοῦ ἐκείνου ἀνθήσαντας, πλὴν τοῦ τε Πομπηιανοῦ καὶ τοῦ Περτίνακος καὶ τοῦ Οὐικτωρίνου: τούτους γὰρ οὐκ οἶδ᾽ ὅπως οὐκ ἀπέκτεινε. λέγω δὲ ταῦτά τε καὶ τὰ λοιπὰ οὐκ ἐξ ἀλλοτρίας ἔτι παραδόσεως ἀλλ᾽ ἐξ οἰκείας ἤδη τηρήσεως. ἐλθὼν δὲ ἐς τὴν Ῥώμην καὶ πρὸς τὴν γερουσίαν διαλεχθεὶς ἄλλα τέ τινα ἀπελήρησε, καί τι καὶ [3] τοιοῦτον ἐν τοῖς αὑτοῦ 1 ἐπαίνοις εἶπεν, ὅτι τὸν πατέρα ποτὲ ἐς πηλὸν βαθὺν ἐμπεσόντα ἱππεύων ἐρρύσατο. τοιαῦτα μὲν τὰ σεμνολογήματα αὐτοῦ [4] ἦν, ἐσιόντι δὲ αὐτῷ ἐς τὸ θέατρον τὸ κυνηγετικὸν Κλαύδιος Πομπηιανὸς ἐπεβούλευσε: ξίφος γάρ τι ἐν αὐτῇ τῇ τῆς ἐσόδου στενοχωρίᾳ ἀνατείνας, ‘ἰδού,’ ἔφη, ‘τοῦτό σοι βουλὴ πέπομφεν.’ 2 οὗτος ἠγγύητο 3 μὲν τὴν θυγατέρα Λουκίλλης, ἐχρῆτο δὲ καὶ αὐτῇ ταύτῃ καὶ τῇ τῆς κόρης μητρί, [5] καὶ διὰ ταῦτα τῷ Κομμόδῳ ᾠκείωτο ὡς καὶ [p. 78] συνεστιᾶσθαι καὶ συννεανιεύεσθαι αὐτῷ. γὰρ Λουκίλλα οὐδὲν ἐπιεικεστέρα οὐδὲ σωφρονεστέρα τοῦ ἀδελφοῦ Κομμόδου ὑπάρχουσα ἤχθετο μὲν τῷ ἀνδρὶ αὑτῆς 4 τῷ Πομπηιανῷ: ὅθεν καὶ ἀνέπεισε τὸν εἰρημένον ἐπιθέσθαι τῷ Κομμόδῳ, καὶ αὐτόν τε ἀπώλεσε καὶ αὐτὴ φωραθεῖσα [6] ἐπανῃρέθη. ἀπέκτεινε δὲ καὶ τὴν Κρισπῖναν Κόμμοδος, ἐπὶ μοιχείᾳ δή τινι ὀργισθεὶς αὐτῇ. πρὸ δὲ τοῦ ἀναιρεθῆναι καὶ ἀμφότεραι ἐς τὴν νῆσον τὴν Καπρίαν ὑπερωρίσθησαν. Μαρκία δέ τις Κουαδράτου 5 τῶν τότε φονευθέντων ἑνὸς παλλακή, καὶ Ἔκλεκτος πρόκοιτος, μὲν καὶ τοῦ Κομμόδου πρόκοιτος, δὲ παλλακὴ [7] ἐγένετο καὶ τοῦ Ἐκλέκτου μετὰ ταῦτα γυνή: καὶ ἐπεῖδε καὶ ἐκείνους βιαίως ἀποθνήσκοντας. ἱστορεῖται δὲ αὕτη πολλά τε ὑπὲρ τῶν Χριστιανῶν σπουδάσαι καὶ πολλὰ αὐτοὺς εὐηργετηκέναι, ἅτε καὶ παρὰ τῷ Κομμόδῳ πᾶν δυναμένη.” Xiph. 269, 19-270, 14 R. St. “ ”

1 au(tou= Reim., au)tou= *wC.

2 pe/pomfen Reim., ou) pe/pomfen *wC.

3 h)ggu/hto Dind., e)neggegu/hto *wC.

4 au(th=s H. Steph., au)th=s *wC.

5 *kouadra/tou H. Steph., kodra/tou *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: