previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. καὶ τὰ μὲν τῶν στρατιωτῶν αὐτίκα λελέξεται: τότε δὲ γράμμα μὲν οὐδὲν Μακρῖνος τῶν μηνυτικῶν οὔτε ἐσέπεμψεν ἐς τὴν γερουσίαν, ὥσπερ ἠξίουν, οὔτ᾽ ἄλλως ἐξέφηνε, φήσας, εἴτ᾽ οὖν ἀληθῶς εἴτε καὶ ψευδῶς, ἵνα μὴ πολλὴ ταραχὴ γένηται, ὅτι μηδὲν ἐν τῷ βασιλικῷ τοιοῦτον εὑρέθη ῾ὁ γάρ τοι Ταραύτας ἤτοι διέφθειρε τὰ πλεῖστα τῶν ἔνδειξίν τινα ἐχόντων, [2] καὶ αὐτοῖς τοῖς πέμψασιν αὐτὰ ἀντέπεμπεν, ὥσπερ εἶπον, ὅπως μηδεὶς ἔλεγχος τῆς κακίας αὐτῶν ὑπολείπηταἰ, τρεῖς δὲ δὴ τῶν βουλευτῶν, οὓς μάλιστα καὶ αὐτὸς ἐξ ὧν ἐπεφωράκει ἀξιομισεῖς ἐνόμιζεν εἶναι, ἐκδήλους ἐποίησε, τόν τε Μανίλιον καὶ τὸν Ἰούλιον καὶ προσέτι Σουλπίκιον Ἀρρηνιανόν, ὃς ἄλλους τέ τινας καὶ τὸν Βάσσον τὸν τοῦ Πομπωνίου παῖδα, τῆς Μυσίας [3] ἄρξαντι ὑπεστρατηγήκει, ἐσεσυκοφαντήκει. καὶ οὗτοί τε ἐς νήσους ὑπερωρίσθησαν ῾ἀπεῖπε γὰρ ἄντικρυς μηδένα αὐτῶν θανατωθῆναι, αὐτὸ τοῦτο γράψαςἵνα μή, ἐκείνοις ἐγκαλοῦμεν, αὐτοὶ ποιοῦντες φανῶμεν᾿ καὶ Λούκιος Πρισκιλλιανὸς ὑπ᾽ αὐτῆς τῆς βουλῆς προβληθείς, οὕτω περιβόητος ἐπὶ ταῖς ἐπηρείαις ὥσπερ καὶ ἐπὶ ταῖς [4] τῶν θηρίων σφαγαῖς ὤν. ἔν τε 1 γὰρ τῷ Τουσκούλῳ πολλοῖς ἀεὶ πολλάκις ἐμαχέσατο, ὥστε καὶ σημεῖα τῶν δηγμάτων 2 αὐτῶν φέρειν, καί ποτε καὶ ἄρκτῳ καὶ παρδάλει λεαίνῃ τε καὶ λέοντι ἅμα μόνος συνηνέχθη: 3 καὶ πολὺ πλείους ἄνδρας, καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν, ἐκ [p. 388] [5] τῶν διαβολῶν ἐξώλεσεν. ἐφ᾽ οἷς ἀμφοτέροις ὑπὸ μὲν τοῦ Καρακάλλου μεγάλως ἐτιμήθη καὶ ἐς τοὺς ἐστρατηγηκότας ἐσεγράφη καὶ τῆς Ἀχαΐας καὶ παρὰ τὸ καθῆκον ἦρξεν, ὑπὸ δὲ τῆς 4 γερουσίας ἰσχυρῶς ἐμισήθη, καὶ ἐπίκλητός τε ἐγένετο καὶ ἐς νῆσον κατεκλείσθη.

1 w)/n. e)/n te Bs., HNTE *w (corrections by *w2).

2 dhgma/twn Urs., *d*e*i*g*m*a*t*w*n V.

3 mo/nos sunhne/xqh Xiph., *m*o*n*o*i*s*s*u*n*e*x*q*h V.

4 h)=rcen, u(po\ de\ th=s Reim., *h*r*c*e*k*a*u*p*o*t*h*s V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: