previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

33.

ἑτέρα δὲ ἐκ Τιθορέας ὁδὸς ἐπὶ Λέδοντά ἐστιν: πόλις δέ ποτε ἐνομίζετο καὶ αὕτη, κατ᾽ ἐμὲ δὲ ὑπὸ ἀσθενείας ἐξελελοίπεσαν οἱ Λεδόντιοι τὴν πόλιν, καὶ ἄνθρωποι περὶ ἑβδομήκοντα οἱ οἰκοῦντες ἦσαν ἐπὶ τῷ Κηφισῷ: Λέδων δ᾽ οὖν ὄνομα ταῖς οἰκήσεσίν ἐστιν αὐτῶν, καὶ ἐς τὸν Φωκέων σύλλογον κοινὸν τελεῖν ἠξίωνται καὶ οὗτοι, καθάπερ γε καὶ οἱ Πανοπεῖς. τῶν δὲ ἀνθρώπων οἳ οἰκοῦσιν ἐπὶ τῷ Κηφισῷ τεσσαράκοντά ἐστιν ἀνωτέρω σταδίοις Λέδοντος τῆς ἀρχαίας τὰ ἐρείπια, καὶ τὸ ὄνομα ἀπὸ ἀνδρὸς λαβεῖν τὴν πόλιν φασὶν αὐτόχθονος. [2] κακῶν δὲ ἀπέλαυσαν μὲν ἀνιάτων καὶ ἄλλαι πόλεις δι᾽ ἀδικίαν ἐπιχωρίων ἀνδρῶν: ἐς τελέαν δὲ ἀπώλειαν ὤλισθον Ἴλιον μὲν διὰ τὴν ἐς Μενέλαον ὕβριν τοῦ Ἀλεξάνδρου, Μιλήσιοι δὲ διὰ τὸ ἐς τὰς ἐπιθυμίας Ἑστιαίου πρόχειρον καὶ ἔρωτα ἄλλοτε μὲν τῆς ἐν Ἠδωνοῖς πόλεως, τοτὲ δὲ εἶναι Δαρείου σύμβουλον, ἄλλοτε δὲ ἐπανήκειν ἐς Ἰωνίαν: καὶ δὴ καὶ Λεδοντίοις Φιλόμηλος ἀσέβειαν τὴν ἑαυτοῦ δημοσίᾳ παρέσχε σφίσιν ἀναμάξασθαι. [3]

Λίλαια δὲ ἡμέρας μὲν ὁδὸν καὶ ὥρᾳ χειμῶνος ἀπέχει Δελφῶν κατιοῦσι διὰ τοῦ Παρνασσοῦ, στάδια δὲ ἐτεκμαιρόμεθα ὀγδοήκοντα εἶναι τῆς ὁδοῦ καὶ ἑκατόν. τοὺς δὲ ἐνταῦθα ἀνθρώπους, καὶ ἐπειδὴ ἀνῳκίσθη αὐτοῖς πόλις, ἀτύχημα ἐκ Μακεδονίας δεύτερον σφᾶς ἔμελλεν ἐπιλήψεσθαι. πολιορκηθέντες γὰρ ὑπὸ Φιλίππου τοῦ Δημητρίου παρέστησαν κατὰ συνθήκας, καὶ ἐσήχθη φρουρά σφισιν ἐς τὴν πόλιν, ἕως οὗ ἀνὴρ ἐπιχώριοςὄνομα δέ οἱ ἦν Πάτρωντούς τε ἐν ἡλικίᾳ τῶν πολιτῶν συνέστησεν ἐπὶ τὴν φρουρὰν καὶ κρατήσας τοὺς Μακεδόνας μάχῃ ἠνάγκασεν ἀπελθεῖν σφᾶς ὑποσπόνδους: Λιλαιεῖς δὲ αὐτὸν ἀντὶ τῆς εὐεργεσίας ταύτης ἀνέθεσαν ἐς Δελφούς. [4] ἔστι δὲ ἐν Λιλαίᾳ θέατρον καὶ ἀγορά τε καὶ λουτρά: ἔστι δὲ καὶ θεῶν ἱερὰ Ἀπόλλωνος, τὸ δὲ Ἀρτέμιδος: ἀγάλματα δὲ ὀρθὰ ἐργασίας τε τῆς Ἀττικῆς καὶ τῆς Πεντελῆσι λιθοτομίας. Λίλαιαν δὲ τῶν καλουμένων Ναΐδων καὶ θυγατέρα εἶναι τοῦ Κηφισοῦ καὶ ἀπὸ τῆς νύμφης τὸ ὄνομα τεθῆναι τῇ πόλει φασί. [5] καὶ ποταμὸς ἐνταῦθα ἔχει τὰς πηγάς: ἄνεισι δὲ ἐκ τῆς γῆς οὐ τὰ πάντα μεθ᾽ ἡσυχίας, ἀλλ᾽ ὡς τὰ πλείω συμβαίνειν μεσούσης μάλιστα τῆς ἡμέρας παρέχεται φωνὴν ἀνερχόμενος: εἰκάσαις ἂν μυκωμένῳ ταύρῳ τὸν ἦχον τοῦ ὕδατος. ἔχει δὲ Λίλαια καὶ πρὸς τὰς τοῦ ἔτους ὥρας μετοπώρου καὶ ἐν θέρει καὶ ἦρος ἐπιτηδείως: τὸν δὲ χειμῶνα μὴ ὁμοίως ἤπιον γίνεσθαι κωλύει τὸ ὄρος Παρνασσός. [6]

Χαράδρα δὲ εἴκοσιν ἀπωτέρω σταδίοις ἐστὶν ὑπὲρ ὑψηλοῦ κειμένη κρημνοῦ, καὶ ὕδατος οἱ ἐνταῦθα σπανίζουσιν ἄνθρωποι, ποτὸν δέ σφισι ποταμός ἐστι Χάραδρος κατερχομένοις ὅσον τρία ἐπ᾽ αὐτὸν στάδια: ἐκδίδωσι δὲ ἐς τὸν Κηφισόν, καί μοι τὸ ὄνομα ἀπὸ τοῦ ποταμοῦ φαίνεται τεθῆναι τοῦ Χαράδρου τῇ πόλει. Χαραδραίοις δὲ Ἡρώων καλουμένων εἰσὶν ἐν τῇ ἀγορᾷ βωμοί, καὶ αὐτοὺς οἱ μὲν Διοσκούρων, οἱ δὲ ἐπιχωρίων εἶναί φασιν ἡρώων. [7] γῆ δὲ διακεκριμένη ἀρίστη τῆς Φωκίδος ἐστὶν παρὰ τὸν Κηφισὸν καὶ φυτεῦσαι καὶ σπείρειν καὶ ἀνεῖναι νομάς: καὶ γεωργεῖται ταῦτα μάλιστα τῆς χώρας, ὥστε καὶ λόγος ἐστὶ πόλιν μὲν Παραποταμίους μὴ ὀνομασθῆναι, ἐπὶ δὲ τῶν παρὰ τὸν Κηφισὸν γεωργούντων πεποιῆσθαι τὸ ἔπος, “οἵ τ᾽ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον.
Hom. Il. 2.522 [8] τούτῳ τῷ λόγῳ διάφορα μὲν ἐν τῇ Ἡροδότου συγγραφῇ, διάφορα δέ ἐστιν αὐτῷ καὶ ὅσα ἐπὶ ταῖς νίκαις ταῖς Πυθικαῖς μνημονεύουσιν: Ἀμφικτύονες γὰρ Πύθια ἐτίθεσαν πρῶτον, καὶ Αἰχμέας Παραποτάμιος πυγμὴν ἐνίκησεν ἐν παισίν: ὡσαύτως δὲ Ἡρόδοτος καταλέγων τὰς πόλεις, ὅσας βασιλεὺς Ξέρξης τῶν ἐν Φωκεῦσιν ἐνέπρησε, καὶ Παραποταμίους κατείλοχεν ἐν αὐταῖς πόλιν. οὐ μέντοι οἱ Παραποτάμιοί γε ὑπὸ Ἀθηναίων καὶ Βοιωτῶν ἀνῳκίσθησαν, ἀλλὰ ἐς τὰς ἄλλας πόλεις οἱ ἄνθρωποι κατενεμήθησαν ὑπό τε ἀσθενείας καὶ σπάνει χρημάτων.

Παραποταμίων μὲν δὴ οὔτε ἐρείπια ἔτι ἦν οὔτε ἔνθα τῆς χώρας ᾠκίσθη πόλις μνημονεύουσιν: [9] ὁδὸς δὲ ἐς Ἀμφίκλειαν σταδίων ἐκ Λιλαίας ἐστὶν ἑξήκοντα. ταύτην τὴν Ἀμφίκλειαν ἐλυμήναντο οἱ τε ἐπιχώριοι τῷ ὀνόματι, καὶ Ἡρόδοτος μὲν Ἀμφίκαιαν ἐκάλεσεν ἑπόμενος τῷ ἀρχαιοτάτῳ τῶν λόγων, Ἀμφικτύονες δὲ δόγμα ἐπὶ τῇ τῶν πόλεων ἀπωλείᾳ τῶν ἐν Φωκεῦσιν ἐξενεγκόντες ὄνομα ἔθεντο αὐτῇ Ἀμφίκλειαν. οἱ δὲ ἐπιχώριοι τοιάδε ἐπ᾽ αὐτῇ λέγουσι: δυνάστην ἄνδρα ἐπιβουλὴν ἐχθρῶν ὑποπτεύσαντα ἐς νήπιον παῖδα καταθέσθαι τὸν παῖδα ἐς ἀγγεῖον, καὶ ἀποκρύψαι τῆς χώρας ἔνθα οἱ ἄδειαν ἔσεσθαι πλείστην ἠπίστατο. λύκον μὲν δὴ ἐπιχειρεῖν τῷ παιδί, δράκοντα δὲ ἰσχυρὰν ἔχειν τὴν φρουρὰν ἐσπειραμένον περὶ τὸ ἀγγεῖον. [10] ὡς δὲ πατὴρ ἦλθε τοῦ παιδός, τὸν δράκοντα ἐπιβουλεῦσαι τῷ παιδὶ ἐλπίζων ἀφίησι τὸ ἀκόντιον, καὶ ἐκεῖνόν τε καὶ ὁμοῦ τῷ δράκοντι τὸν παῖδα ἀπέκτεινε: διδαχθεὶς δὲ ὑπὸ τῶν ποιμαινόντων ὡς εὐεργέτην καὶ φύλακα τοῦ παιδὸς ἀπεκτονὼς εἴη, πυρὰν τῷ δράκοντι καὶ τῷ παιδὶ ἐποίησεν ἐν κοινῷ. τό τε δὴ χωρίον ἐοικέναι καὶ ἐς τόδε καιομένῃ πυρᾷ φασι καὶ ἀπὸ τοῦ δράκοντος ἐκείνου τὴν πόλιν ἐθέλουσιν Ὀφιτείαν ὀνομασθῆναι. [11] μάλιστα ἄξιον Διονύσῳ δρῶσιν ὄργια, ἔσοδος δὲ ἐς τὸ ἄδυτον οὐδὲ ἐν φανερῷ σφισινἄγαλμα οὐκ ἔστι. λέγεται δὲ ὑπὸ τῶν Ἀμφικλειέων μάντιν τέ σφισι τὸν θεὸν τοῦτον καὶ βοηθὸν νόσων καθεστηκέναι: τὰ μὲν δὴ νοσήματα αὐτοῖς Ἀμφικλειεῦσι καὶ τοῖς προσοικοῦσιν ἰᾶται δι᾽ ὀνειράτων, πρόμαντις δὲ ἱερεύς ἐστι, χρῷ δὲ ἐκ τοῦ θεοῦ κάτοχος. [12]

Ἀμφικλείας δὲ ἀπωτέρω σταδίοις πεντεκαίδεκά ἐστι Τιθρώνιον ἐν πεδίῳ κειμένη: παρέχεται δὲ οὐδὲν ἐς μνήμην. ἐκ Τιθρωνίου δὲ εἴκοσιν ἐς Δρυμαίαν στάδιοι: καθ᾽ τι δὲ αὕτη ὁδὸς καὶ ἐς Δρυμαίαν ἐξ Ἀμφικλείας εὐθεῖα περὶ τὸν Κηφισὸν συμμίσγουσιν, ἔστιν Ἀπόλλωνος Τιθρωνεῦσιν ἐνταῦθα ἄλσος τε καὶ βωμοί. πεποίηται δὲ καὶ ναός: ἄγαλμα δὲ οὐκ ἔστιν.

ἀπέχει δὲ Ἀμφικλείας Δρυμαία σταδίους ὀγδοήκοντα ἀποτραπέντι ἐς ἀριστερά *** κατὰ Ἡροδότου τοὺς λόγους, Ναυβολεῖς δὲ τὰ ἀρχαιότερα: καὶ οἰκιστὴν οἱ ἐνταῦθα γενέσθαι σφίσι Φώκου παῖδά φασι τοῦ Αἰακοῦ. Δήμητρος δὲ Θεσμοφόρου Δρυμαίοις ἱερόν ἐστιν ἀρχαῖον, καὶ ἄγαλμα ὀρθὸν λίθου πεποίηται, καὶ αὐτῇ Θεσμοφόρια ἑορτὴν ἄγουσιν ἐπέτειον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (5 total)
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), DIOSCU´RIA
    • A Dictionary of Greek and Roman Antiquities (1890), THESMOPHO´RIA
    • Dictionary of Greek and Roman Geography (1854), BOEO´TIA
    • Smith's Bio, Lilaea
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: