Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40chapter 41chapter 42chapter 43chapter 44chapter 45chapter 46chapter 47chapter 48chapter 49chapter 50chapter 51chapter 52chapter 53chapter 54
This text is part of:
Table of Contents:
Κορινθιακά
Λακωνικά
Μεσσηνιακά
Ἠλιακῶν Α
Ἠλιακῶν Β
Ἀχαικά
Ἀρκαδικά
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
49. οὐ πόρρω δὲ τῆς ἀγορᾶς θέατρόν τέ ἐστι καὶ πρὸς αὐτῷ βάθρα εἰκόνων χαλκῶν, αὐταὶ δὲ οὐκ εἰσὶν ἔτι αἱ εἰκόνες: ἐλεγεῖον δὲ ἐφ᾽ ἑνὶ τῶν βάθρων ἐστὶ Φιλοποίμενος τὸν ἀνδριάντα εἶναι. τούτου δὲ Ἕλληνες τοῦ Φιλοποίμενος οὐχ ἥκιστα ἀλλὰ καὶ μάλιστα ἔχουσι μνήμην, γνώμης τε ἕνεκα ἣν παρέσχετο καὶ ἐπὶ τοῖς ἔργοις ὁπόσα ἐτόλμησε.
[2]
τὰ μὲν δὴ ἐς γένους δόξαν ὁ πατήρ οἱ Κραῦγις Ἀρκάδων ἐλείπετο οὐδενὸς τῶν ἐν Μεγάλῃ πόλει: τελευτήσαντος δὲ τοῦ Κραύγιδος ἐπὶ παιδὶ ἔτι νηπίῳ τῷ Φιλοποίμενι, ἐπετρόπευσεν αὐτὸν ἀνὴρ Μαντινεὺς Κλέανδρος, φεύγων μὲν ἐκ Μαντινείας καὶ ἐν Μεγάλῃ πόλει μετοικῶν κατὰ τὴν οἴκοθεν συμφοράν, ξενίας δὲ ὑπαρχούσης αὐτῷ πατρικῆς ἐς οἶκον τὸν Κραύγιδος. διδασκάλοις δὲ ὁμιλῆσαι τὸν Φιλοποίμενα καὶ ἄλλοις καὶ Μεγαλοφάνει τε καὶ Ἐκδήλῳ λέγουσι: τοὺς δὲ Ἀρκεσιλάου φασὶν εἶναι Πιταναίου μαθητάς.
[3]
μέγεθος μὲν δὴ καὶ σώματος ῥώμην ἀπέδει Πελοποννησίων οὐδενός, τὸ δὲ εἶδος ἦν τοῦ προσώπου κακός: καὶ ἐπὶ μὲν τοὺς στεφανίτας ἀγῶνας ὑπερεφρόνησεν ἀσκῆσαι, γῆν δὲ ἣν ἐκέκτητο ἐργαζόμενος οὐδὲ τὰ θηρία ἠμέλει τὰ ἄγρια ἐξαίρειν. ἐπιλέγεσθαι δὲ καὶ βιβλία φασὶν αὐτὸν σοφιστῶν τε τῶν εὐδοκιμούντων παρ᾽ Ἕλλησι καὶ ὅσα ἐς πολέμων μνήμην καὶ εἰ δή τι ἔχει διδασκαλίαν στρατηγημάτων: καταστήσασθαι δὲ τὸν βίον πάντα ἐθέλων γνώμης τῆς Ἐπαμινώνδου καὶ ἔργων εἶναι τῶν ἐκείνου μίμησιν, οὐ τὰ πάντα ἦν ἐξισωθῆναι δυνατός: Ἐπαμινώνδᾳ γὰρ τά τε ἄλλα ἡ ψυχὴ καὶ μάλιστα πρᾴως εἶχε τὰ ἐς ὀργήν, τῷ δὲ Ἀρκάδι μετῆν γε θυμοῦ.
[4]
καταλαβόντος δὲ Κλεομένους Μεγάλην πόλιν, Φιλοποίμην οὔτε τῆς συμφορᾶς ἐξεπλάγη τὸ ἀπροσδόκητον καὶ τῶν ἐν ἡλικίᾳ τὰ δύο μάλιστα μέρη καὶ γυναῖκας καὶ παῖδας ἀπέσωσεν ἐς Μεσσήνην, συμμάχων σφίσιν ἐν τῷ τότε καὶ εὔνων τῶν Μεσσηνίων ὄντων: καὶ—ἦσαν γὰρ τῶν διαπεφευγότων οἷς ὁ Κλεομένης ἐπεκηρυκεύετο μεταγινώσκειν τε ἐπὶ τῷ τολμήματι καὶ πρὸς Μεγαλοπολίτας ἐθέλειν σπένδεσθαι κατιόντας ἐπὶ τὴν ἑαυτῶν —ἔπεισεν ἐν κοινῷ τοὺς πολίτας ὁ Φιλοποίμην μεθ᾽ ὅπλων τὴν κάθοδον οἴκαδε εὑρίσκεσθαι μηδὲ ἐς ὁμολογίας τε καὶ σπονδὰς ἰέναι.
[5]
γενομένης δὲ ἐν Σελλασίᾳ πρὸς Κλεομένην τε καὶ Λακεδαιμονίους μάχης, ἣν Ἀχαιοὶ καὶ Ἀρκάδες ἀπὸ τῶν πόλεων πασῶν, σὺν δέ σφισι καὶ Ἀντίγονος ἐμαχέσατο ἄγων ἐκ Μακεδονίας στρατιάν, ἐτέτακτο μὲν τηνικαῦτα ὁ Φιλοποίμην ἐν τοῖς ἱππεῦσιν: ἐπεὶ δὲ ἐν τῷ πεζῷ τοῦ ἔργου τὸ πλεῖστον ἑώρα ληψόμενον τὴν κρίσιν, ὁπλίτης ἑκὼν ἐγένετο, καὶ αὐτὸν λόγου κινδυνεύοντα ἀξίως τῶν τις ἐναντίων δι᾽ ἀμφοτέρων ἔπειρε τῶν μηρῶν.
[6]
ὁ δὲ καὶ ἐς τοσοῦτο ὅμως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐβιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασεν: ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι καὶ ὁ Κλεομένης ἐκρατήθησαν καὶ ἐς τὸ στρατόπεδον ἀνέστρεψε Φιλοποίμην, ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτοῦ τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν. Ἀντίγονος δὲ ὡς ἐπύθετο καὶ εἶδεν αὐτοῦ τὰ τολμήματα, ἐποιεῖτο σπουδὴν ἐπάγεσθαι Φιλοποίμενα ἐς Μακεδονίαν.
[7]
τῷ δὲ Ἀντιγόνου μὲν ὀλίγον μελήσειν ἔμελλε: περαιωσάμενος δὲ νηὶ ἐς Κρήτην—πόλεμος γὰρ κατεῖχεν αὐτὴν ἐμφύλιος— ἐπετέτακτο ἡγεμὼν μισθοφόροις: ἐπανήκων δὲ ἐς Μεγάλην πόλιν αὐτίκα ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο ἄρχειν καὶ τοῦ ἱππικοῦ, καὶ σφᾶς ἀρίστους Ἑλλήνων ἀπέφαινεν ἱππεύειν. Ἀχαιῶν δὲ καὶ ὅσοι συντεταγμένοι τοῖς Ἀχαιοῖς ἦσαν περὶ Λάρισον μαχομένων ποταμὸν πρὸς Ἠλείους καὶ τὸ Αἰτωλικὸν ἐπικουροῦντας κατὰ συγγένειαν Ἠλείοις, πρῶτα μὲν Δημόφαντον ἀπέκτεινεν αὐτοχειρίᾳ τοῖς ἐναντίοις ἡγεμόνα ὄντα τῆς ἵππου, δεύτερα δὲ καὶ τὸ ἄλλο ἱππικὸν τῶν Αἰτωλῶν καὶ τῶν Ἠλείων ἐτρέψατο.
Pausanias. Pausaniae Graeciae Descriptio, 3 vols. Leipzig, Teubner. 1903.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (2 total)
- Cross-references to this page
(1):
- Smith's Bio, PHILOPOEMEN
- Cross-references in notes to this page
(1):
- Plutarch, Philopoemen, Plut. Phil. 1
load
Vocabulary Tool
hide
Search
hide
Display Preferences