previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28.

δὲ Ἑλικὼν ὀρῶν τῶν ἐν τῇ Ἑλλάδι ἐν τοῖς μάλιστά ἐστιν εὔγεως καὶ δένδρων ἡμέρων ἀνάπλεως: καὶ οἱ τῆς ἀνδράχνου θάμνοι παρέχονται τῶν πανταχοῦ καρπὸν αἰξὶν ἥδιστον. λέγουσι δὲ οἱ περὶ τὸν Ἑλικῶνα οἰκοῦντες καὶ ἁπάσας ἐν τῷ ὄρει τὰς πόας καὶ τὰς ῥίζας ἥκιστα ἐπὶ ἀνθρώπου θανάτῳ φύεσθαι. καὶ δὴ καὶ τοῖς ὄφεσι τὸν ἰὸν ποιοῦσιν ἐνταῦθα ἀσθενέστερον αἱ νομαί, ὥστε καὶ διαφεύγουσι τὰ πολλὰ οἱ δηχθέντες, ἢν ἀνδρὶ Λίβυι γένους τοῦ Ψύλλων καὶ ἄλλως προσφόροις ἐπιτύχωσι τοῖς φαρμάκοις. [2] ἔστι μὲν δὴ ἰὸς τοῖς ἀγριωτάτοις τῶν ὄφεων καὶ ἄλλως ὀλέθριος ἔς τε ἀνθρώπους καὶ ζῷα ὁμοίως τὰ πάντα, συντελοῦσι δὲ οὐχ ἥκιστα ἐς ἰσχύν σφισι τοῦ ἰοῦ καὶ αἱ νομαί, ἐπεί τοι καὶ ἀνδρὸς ἀκούσας οἶδα Φοίνικος ὡς ἐν τῇ ὀρεινῇ τῇ Φοινίκης ἀγριωτέρους τοὺς ἔχεις ποιοῦσιν αἱ ῥίζαι. ἔφη δὲ ἄνθρωπον ἰδεῖν αὐτὸς ἀποφεύγοντα ὁρμὴν ἔχεως, καὶ τὸν μὲν ἐπί τι ἀναδραμεῖν δένδρον, τὸν δὲ ἔχιν, ὡς ἦλθεν ὕστερος, ἀποπνεῦσαι πρὸς τὸ δένδρον τοῦ ἰοῦ καὶ οὐ ζῆν ἔτι τὸν ἄνθρωπον. [3] τούτου μὲν τοιαῦτα ἤκουσα: ἐν δὲ τῇ χώρᾳ τῇ Ἀράβων ὅσοι τῶν ἔχεων περὶ τὰ δένδρα τὰ πάλσαμα οἰκοῦσι, τοιάδε ἄλλα ἐς αὐτοὺς συμβαίνοντα οἶδα. μέγεθος μὲν κατὰ μυρσίνης θάμνον τὰ πάλσαμά ἐστι, φύλλα δὲ αὐτοῖς κατὰ τὴν πόαν τὸ σάμψουχον: ἔχεων δὲ τῶν ἐν τῇ Ἀραβίᾳ κατὰ ποσοὺς καὶ πλείονες καὶ ἐλάσσονες ὑπὸ ἕκαστον αὐλίζονται δένδρον: τροφὴ γὰρ αὐτοῖς τῶν παλσάμων ἐστὶν ὀπὸς ἡδίστη, καὶ ἔτι καὶ ἄλλως τῇ σκιᾷ τῶν φυτῶν χαίρουσιν. [4] ἐπὰν οὖν συλλέγειν τοῦ παλσάμου τὸν ὀπὸν ἀφίκηται τοῖς Ἄραψιν ὥρα, ξύλων δύο ἕκαστος σκυτάλας ἐπὶ τοὺς ἔχεις ἐσφέρει, κροτοῦντες δὲ τὰ ξύλα ἀπελαύνουσι τοὺς ἔχεις: ἀποκτείνειν δὲ αὐτοὺς οὐκ ἐθέλουσιν ἱεροὺς τῶν παλσάμων νομίζοντες. ἢν δὲ καὶ ὑπὸ ἔχεων δηχθῆναί τῳ συμβῇ, τὸ μὲν τραῦμά ἐστιν ὁποῖον καὶ ὑπὸ σιδήρου, δεῖμα δὲ ἄπεστι τὸ ἀπὸ τοῦ ἰοῦ: ἅτε γὰρ σιτουμένοις τοῖς ἔχεσι μύρων τὸ εὐοσμότατον, μετακεράννυταί σφισιν ἐκ τοῦ θανατώδους ἐς τὸ ἠπιώτερον ἰός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), HE´LICON
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: