previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[47]

Οὗτος μιμησάμενος τὰ τοῦ πατρὸς ἔργα, νέος ὢν ἐκεῖνος ἐτόλμησεν, ἐπιβουλευθεὶς ὑπὸ τῶν ἰδίων οἰκετῶν ἀπέθανεν ἐπὶ τῆς οἰκίας τῆς αὑτοῦ βιώσας ἔτη τέσσαρα καὶ εἴκοσι, βασιλεύσας δ᾽ ἐξ αὐτῶν δύο. [48] μετῆλθε δ᾽ αὐτοῦ τὸ πλῆθος τοὺς φονεῖς καὶ τῷ πατρὶ συνθάπτουσι τὸν Ἀμμῶνα, τὴν δὲ βασιλείαν τῷ παιδὶ αὐτοῦ Ἰωσίᾳ παραδιδοῦσιν ὀκταετεῖ τὴν ἡλικίαν ὄντι, μήτηρ ἐκ πόλεως μὲν ἦν Βοσκέθ, Ἰέδις δὲ τοὔνομα. [49] τὴν δὲ φύσιν αὐτὸς ἄριστος ὑπῆρχε καὶ πρὸς ἀρετὴν εὖ γεγονὼς Δαυίδου τοῦ βασιλέως ἐπιτηδευμάτων καὶ σκοπῷ καὶ κανόνι τῆς ὅλης περὶ τὸν βίον ἐπιτηδεύσεως ἐκείνῳ κεχρημένος. [50] γενόμενος δὲ ἐτῶν δυοκαίδεκα τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην ἐπεδείξατο: τὸν γὰρ λαὸν ἐσωφρόνιζε καὶ παρῄνει τῆς περὶ τῶν εἰδώλων δόξης ὡς οὐχὶ θεῶν ὄντων ἀποστάντας σέβειν τὸν πάτριον θεόν, τά τε τῶν προγόνων ἐπισκοπῶν ἔργα τὰ μὲν ἁμαρτηθέντα διώρθου συνετῶς ὡς ἂν πρεσβύτατος καὶ νοῆσαι τὸ δέον ἱκανώτατος, ὅσα δ᾽ εὕρισκεν εὖ γεγονότα κατὰ χώραν ἐφύλαττέ τε καὶ ἐμιμεῖτο. [51] ταῦτα δ᾽ ἔπραττε σοφίᾳ καὶ ἐπινοίᾳ τῆς φύσεως χρώμενος καὶ τῇ τῶν πρεσβυτέρων πειθόμενος συμβουλίᾳ καὶ παραδόσει: τοῖς γὰρ νόμοις κατακολουθῶν ὡς περὶ τὴν τάξιν τῆς πόλεως καὶ περὶ τὸ θεῖον εὐσεβείας εὐοδεῖν τε συνέβαινε διὰ τὴν τῶν πρώτων παρανομίαν μὴ τυγχάνειν ἀλλ᾽ ἐξηφανίσθαι: [52] περιιὼν γὰρ βασιλεὺς καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν τά τε ἄλση τὰ τοῖς ξενικοῖς ἀνειμένα θεοῖς ἐξέκοψε καὶ τοὺς βωμοὺς αὐτῶν κατέσκαψεν, εἴ τι δ᾽ ἀνάθημα τούτοις ὑπὸ τῶν προγόνων ἀνέκειτο περιυβρίζων κατέσπα. [53] καὶ τούτῳ τῷ τρόπῳ τὸν λαὸν ἀπὸ τῆς περὶ αὐτοὺς δόξης εἰς τὴν τοῦ θεοῦ θρησκείαν ἐπέστρεψε καὶ τὰς συνήθεις ἐπέφερε θυσίας αὐτοῦ τῷ βωμῷ καὶ τὰς ὁλοκαυτώσεις. ἀπέδειξε δέ τινας κριτὰς καὶ ἐπισκόπους, ὡς ἂν διοικοῖεν τὰ παρ᾽ ἑκάστοις πράγματα περὶ παντὸς τὸ δίκαιον ποιούμενοι καὶ τῆς ψυχῆς οὐκ ἔλασσον αὐτὸ περιέποντες. [54] διαπέμψας δὲ κατὰ πᾶσαν τὴν χώραν χρυσὸν καὶ ἄργυρον τοὺς βουλομένους ἐκέλευε κομίζειν εἰς ἐπισκευὴν τοῦ ναοῦ, ὅσον τις προαιρέσεως δυνάμεως ἔχει. [55] κομισθέντων δὲ τῶν χρημάτων τῆς ἐπιμελείας τοῦ ναοῦ καὶ τῆς εἰς τοῦτο δαπάνης προύστησε τόν τ᾽ ἐπὶ τῆς πόλεως Ἀμασίαν καὶ τὸν γραμματέα Σαφᾶν καὶ τὸν γραφέα τῶν ὑπομνημάτων Ἰωάτην καὶ τὸν ἀρχιερέα Ἐλιακίαν, [56] οἳ μηδὲν ὑπερθέσει μηδὲ ἀναβολῇ δόντες ἀρχιτέκτονας καὶ πάνθ᾽ ὅσα πρὸς τὴν ἐπισκευὴν χρήσιμα παρασκευάσαντες εἴχοντο τῶν ἔργων. καὶ μὲν ναὸς οὕτως ἐπισκευασθεὶς τὴν τοῦ βασιλέως εὐσέβειαν φανερὰν ἐποίησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: