previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[88]

Τῷ δὲ τρίτῳ στρατεύειν τοὺς Αἰγυπτίους ἀκούσας ἐπὶ τὸν Βαβυλώνιον καὶ τοὺς φόρους αὐτῷ μὴ δοὺς διεψεύσθη τῆς ἐλπίδος: [89] οἱ γὰρ Αἰγύπτιοι ποιήσασθαι τὴν στρατείαν οὐκ ἐθάρρησαν. ταῦτα δὲ προφήτης Ἱερεμίας κατὰ πᾶσαν ἡμέραν προύλεγεν, ὡς μάτην ταῖς παρὰ τῶν Αἰγυπτίων ἐλπίσι προσανέχουσι, καὶ ὡς δεῖ τὴν πόλιν ὑπὸ τοῦ Βαβυλωνίων βασιλέως ἀνάστατον γενέσθαι, καὶ Ἰωακείμῳ τῷ βασιλεῖ χειρωθῆναι ὑπ᾽ αὐτοῦ. [90] ἀλλὰ ταῦτ᾽ οὐδὲν χρήσιμον οὐκ ὄντων τῶν σωθησομένων ἐλέγετο: καὶ γὰρ τὸ πλῆθος καὶ οἱ ἄρχοντες ἀκούοντες παρημέλουν, καὶ πρὸς ὀργὴν λαμβάνοντες τὰ λεγόμενα ὡς οἰωνιζομένου κατὰ τοῦ βασιλέως τοῦ προφήτου τὸν Ἱερεμίαν ᾐτιῶντο, καὶ ὑπάγοντες δίκῃ καταψηφισθῆναι πρὸς τιμωρίαν ἠξίουν. [91] καὶ οἱ μὲν ἄλλοι πάντες ἤνεγκαν τὰς ψήφους κατ᾽ αὐτοῦ οἳ καὶ ἀπέγνωσαν τῶν πρεσβυτέρων, οἱ δὲ σοφῆς ὄντες διανοίας ἀπέλυσαν τὸν προφήτην ἀπὸ τῆς αὐλῆς καὶ τοῖς ἄλλοις συνεβούλευσαν μηδὲν διαθεῖναι κακὸν τὸν Ἱερεμίαν. [92] ἔλεγον γὰρ οὐ μόνον τοῦτον προλέγειν τῇ πόλει τὰ μέλλοντα, ἀλλὰ καὶ Μιχαίαν πρὸ αὐτοῦ ταῦτα κατηγγελκέναι καὶ πολλοὺς ἄλλους, ὧν οὐδεὶς ὑπὸ τῶν τότε βασιλέων οὐδὲν ἔπαθεν, ἀλλ᾽ ὡς προφήτης τοῦ θεοῦ τιμῆς ἔτυχε. [93] τούτοις καταπραΰναντες τὸ πλῆθος τοῖς λόγοις ἐρρύσαντο τῆς κατεψηφισμένης αὐτοῦ κολάσεως τὸν Ἱερεμίαν, ὃς ἁπάσας αὑτοῦ τὰς προφητείας συγγραψάμενος νηστεύοντος τοῦ δήμου καὶ ἐκκλησιάζοντος ἐν τῷ ἱερῷ μηνὶ ἐνάτῳ τοῦ πέμπτου ἔτους τῆς Ἰωακείμου βασιλείας ἀνέγνω τὴν βίβλον, ἣν περὶ τῶν μελλόντων συμβήσεσθαι τῇ πόλει καὶ τῷ ναῷ καὶ τοῖς ὄχλοις ἦν συντεταχώς. [94] ἀκούσαντες δ᾽ οἱ ἡγεμόνες λαμβάνουσι παρ᾽ αὐτοῦ τὸ βιβλίον καὶ κελεύουσιν αὐτόν τε καὶ τὸν γραμματέα Βαροῦχον ἐκποδὼν αὑτοὺς ποιῆσαι, μή τισι δῆλοι γένωνται, τὸ δὲ βιβλίον αὐτοὶ φέροντες τῷ βασιλεῖ διδόασιν. δὲ παρόντων αὐτῷ τῶν φίλων ἐκέλευσε τὸν αὑτοῦ γραμματέα λαβόντα ἀναγνῶναι. [95] ἀκούσας δὲ τῶν ἐν τῷ βιβλίῳ καὶ ὀργισθεὶς βασιλεὺς διέρρηξέ τε καὶ βαλὼν εἰς πῦρ ἠφάνισε, ζητηθέντας δὲ τόν τε Ἱερεμίαν καὶ τὸν γραμματέα Βαροῦχον ἐκέλευσεν ἀχθῆναι πρὸς αὐτὸν κολασθησομένους. οὗτοι μὲν οὖν διαφεύγουσιν αὐτοῦ τὴν ὀργήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: