previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[159]

Τῶν δ᾽ αἰχμαλωτισθέντων τις Ἰουδαίων οἰνοχόος τοῦ βασιλέως Ξέρξου Νεεμίας ὄνομα περιπατῶν πρὸ τῆς μητροπόλεως τῶν Περσῶν Σούσων, ξένων τινῶν ἀπὸ μακρᾶς ὁδοιπορίας εἰς τὴν πόλιν εἰσιόντων ἐπακούσας ἑβραϊστὶ πρὸς ἀλλήλους ὁμιλούντων προσελθὼν αὐτοῖς ἐπυνθάνετο, πόθεν εἶεν παραγενόμενοι. [160] ἀποκριναμένων δ᾽ ἥκειν ἐκ τῆς Ἰουδαίας, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ μητρόπολις Ἱεροσόλυμα, πάλιν ἤρξατο πυνθάνεσθαι. [161] κακῶς δ᾽ ἔχειν εἰπόντων, καθῃρῆσθαι γὰρ εἰς ἔδαφος τὰ τείχη καὶ τὰ πέριξ ἔθνη πολλὰ διατιθέναι κακὰ τοὺς Ἰουδαίους, ἡμέρας μὲν κατατρεχόντων τὴν χώραν καὶ διαρπαζόντων, τῆς δὲ νυκτὸς κακῶς ἀπεργαζομένων, ὡς πολλοὺς ἐκ τῆς χώρας καὶ ἐξ αὐτῶν τῶν Ἱεροσολύμων αἰχμαλώτους ἀπῆχθαι καὶ τὰς ὁδοὺς πλήρεις εὑρίσκεσθαι καθ᾽ ἡμέραν νεκρῶν, [162] ἐδάκρυσεν Νεεμίας ἐλεήσας τῆς συμφορᾶς τοὺς ὁμοφύλους, καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ‘ἄχρι τίνος, εἶπεν, δέσποτα, περιόψει ταῦτα πάσχον τὸ ἔθνος ἡμῶν οὕτως ἅρπαγμα πάντων καὶ λάφυρον γενόμενον;’ [163] διατρίβοντος δ᾽ αὐτοῦ πρὸς τῇ πύλῃ καὶ ταῦτα ἀποδυρομένου προελθών τις ἤγγειλεν αὐτῷ μέλλειν ἤδη κατακλίνεσθαι τὸν βασιλέα. δ᾽ εὐθὺς ὡς εἶχεν μηδὲ ἀπολουσάμενος διακονήσων ἔσπευσεν τῷ βασιλεῖ τὴν ἐπὶ τοῦ πότου διακονίαν. [164] ὡς δὲ μετὰ τὸ δεῖπνον βασιλεὺς διεχύθη καὶ ἡδίων αὑτοῦ γενόμενος ἀπέβλεψεν εἰς τὸν Νεεμίαν, κατεσκυθρωπακότα θεασάμενος, διὰ τί κατηφὴς εἴη ἀνέκρινεν. [165] δὲ τοῦ θεοῦ δεηθεὶς χάριν τινὰ καὶ πειθὼ παρασχεῖν αὐτῷ λέγοντι, ‘πῶς, φησίν, βασιλεῦ, δύναμαί σοι μὴ βλέπεσθαι τοιοῦτος μηδὲ τὴν ψυχὴν ἀλγεῖν, ὅπου τῆς πατρίδος μου Ἱεροσολύμων, ἐν τάφοι καὶ μνήματα προγόνων τῶν ἐμῶν εἰσιν, ἀκούω βεβλῆσθαι κατὰ τῆς γῆς τὰ τείχη καὶ τὰς πύλας ἐμπεπρησμένας αὐτῆς; ἀλλὰ χάρισαί μοι πορευθέντι τὸ τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον προσοικοδομῆσαι.’ [166] δὲ βασιλεὺς διδόναι τε τὴν δωρεὰν κατένευσεν καὶ πρὸς τοὺς σατράπας κομίσαι γράμματα, ὅπως τιμῆς τε αὐτὸν ἀξιώσωσι καὶ πᾶσαν παράσχωσιν χορηγίαν εἰς ἅπερ βούλεται. ‘πέπαυσο δή, φησί, λυπούμενος καὶ χαίρων ἡμῖν τοῦ λοιποῦ διακόνει.’ [167] μὲν οὖν Νεεμίας προσκυνήσας τῷ θεῷ καὶ τῷ βασιλεῖ τῆς ὑποσχέσεως εὐχαριστήσας τὸ κατηφὲς τοῦ προσώπου καὶ συγκεχυμένον ἀπεκάθηρεν τῇ περὶ τῶν ἐπηγγελμένων ἡδονῇ. καλέσας δὲ αὐτὸν τῇ ἐπιούσῃ δίδωσιν αὐτῷ πρὸς Ἀδδαῖον ἐπιστολὴν κομίσαι τὸν τῆς Συρίας καὶ Φοινίκης καὶ Σαμαρείας ἔπαρχον, ἐν περί τε τῆς τιμῆς τοῦ Νεεμίου καὶ χορηγίας τῆς εἰς τὴν οἰκοδομίαν ἐπεστάλκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: