previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[280]

Καλλίμανδρος μὲν οὖν θρασύτερον τοῖς πολεμίοις προσενεχθεὶς εἰς φυγὴν τραπόμενος παραχρῆμα διεφθάρη. Ἐπικράτης δὲ ὑπὸ φιλοχρηματίας τήν τε Σκυθόπολιν καὶ τὰ ἄλλα πρὸς ταύτῃ χωρία προύδωκε φανερῶς τοῖς Ἰουδαίοις, τὴν δὲ Σαμαρείας πολιορκίαν διαλύειν οὐκ ἠδύνατο. [281] Ὑρκανὸς μὲν οὖν τὴν πόλιν ἑλὼν ἐνιαυτῷ πολιορκήσας οὐκ ἠρκέσθη μόνῳ τούτῳ, ἀλλὰ καὶ πᾶσαν αὐτὴν ἠφάνισεν ἐπίκλυστον τοῖς χειμάρροις ποιήσας: διασκάψας γὰρ αὐτὴν ὥστ᾽ εἰς χαράδρας μεταπεσεῖν τὰ σημεῖα τοῦ γενέσθαι ποτὲ πόλιν αὐτὴν ἀφείλετο. [282] παράδοξον δέ τι καὶ περὶ τοῦ ἀρχιερέως Ὑρκανοῦ λέγεται, τίνα τρόπον αὐτῷ τὸ θεῖον εἰς λόγους ἦλθεν: φασὶν γάρ, ὅτι κατ᾽ ἐκείνην τὴν ἡμέραν, καθ᾽ ἣν οἱ παῖδες αὐτοῦ τῷ Κυζικηνῷ συνέβαλον, αὐτὸς ἐν τῷ ναῷ θυμιῶν μόνος ὢν ἀρχιερεὺς ἀκούσειε φωνῆς, ὡς οἱ παῖδες αὐτοῦ νενικήκασιν ἀρτίως τὸν Ἀντίοχον. [283] καὶ τοῦτο προελθὼν ἐκ τοῦ ναοῦ παντὶ τῷ πλήθει φανερὸν ἐποίησεν, καὶ συνέβη οὕτως γενέσθαι. καὶ τὰ μὲν περὶ Ὑρκανὸν ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), SAMARIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: