previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[349]

δὲ Ζηνόδωρος ἀχθόμενος πρῶτον μὲν ἐπὶ τῇ τῆς ἐπαρχίας ἀφαιρέσει, μᾶλλον δὲ καὶ φθόνῳ τὴν ἀρχὴν Ἡρώδου μετειληφότος, ἀνῆλθεν εἰς Ῥώμην κατηγορήσων αὐτοῦ. κἀκεῖνος μὲν ἄπρακτος ἀναστρέφει. [350] πέμπεται δ᾽ Ἀγρίππας τῶν πέραν Ἰονίου διάδοχος Καίσαρι: καὶ τούτῳ περὶ Μιτυλήνην χειμάζοντι συντυχὼν Ἡρώδης, ἦν γὰρ εἰς τὰ μάλιστα φίλος καὶ συνήθης, πάλιν εἰς τὴν Ἰουδαίαν ἀνέστρεφεν. [351] Γαδαρέων δέ τινες ἐπ᾽ Ἀγρίππαν ἦλθον κατηγοροῦντες αὐτοῦ, καὶ τούτους ἐκεῖνος οὐδὲ λόγον αὐτοῖς δοὺς ἀναπέμπει τῷ βασιλεῖ δεσμίους. οἵ τε Ἄραβες καὶ πάλαι δυσμενῶς ἔχοντες πρὸς τὴν ἀρχὴν τὴν Ἡρώδου διεκεκίνηντο καὶ στασιάζειν ἐπεχείρουν αὐτῷ τὰ πράγματα τότε καὶ μετ᾽ αἰτίας, ὡς ἐδόκουν, εὐλογωτέρας: [352] γὰρ Ζηνόδωρος ἀπογινώσκων ἤδη τῶν καθ᾽ αὑτὸν ἔφθη τῆς ἐπαρχίας μέρος τι τὴν Αὐρανῖτιν αὐτοῖς ἀποδόσθαι ταλάντων πεντήκοντα. ταύτης ἐμπεριεχομένης τῇ δωρεᾷ Καίσαρος ὡς μὴ δικαίως ἀφαιρούμενοι διημφισβήτουν, πολλάκις μὲν ταῖς καταδρομαῖς καὶ τῷ βιάζεσθαι θέλειν, ἄλλοτε δὲ καὶ πρὸς δικαιολογίαν ἰόντες. [353] ἀνέπειθον δὲ καὶ τοὺς ἀπόρους τῶν στρατιωτῶν καὶ δυσμενεῖς, ἦσαν δ᾽ ἐπελπίζοντες ἀεὶ καὶ πρὸς τὸν νεωτερισμὸν ἐνδιδόντες, μάλιστα χαίρουσιν οἱ κακῶς πράττοντες τῷ βίῳ. ταῦτα δὲ ἐκ μακροῦ πραττόμενα γινώσκων Ἡρώδης ὅμως οὐκ εἰς τὸ δυσμενές, ἀλλ᾽ ἐξ ἐπιλογισμοῦ παρηγόρει ταῖς ταραχαῖς οὐκ ἀξιῶν ἀφορμὰς ἐνδιδόναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: