previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14]

Ὑρκανῷ δ᾽ ἀναχθέντι Φραάτης τῶν Πάρθων βασιλεὺς ἐπ᾽ αὐτὸν ἐπιεικέστερον προσηνέχθη, τὸ τῆς εὐγενείας αὐτοῦ διάσημον προπεπυσμένος. διὰ τοῦτο δεσμῶν μὲν ἀφῆκεν, ἐν Βαβυλῶνι δὲ κατάγεσθαι παρεῖχεν, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων. [15] οὗτοι τὸν Ὑρκανὸν ἐτίμων ὡς ἀρχιερέα καὶ βασιλέα καὶ πᾶν τὸ μέχρις Εὐφράτου νεμόμενον Ἰουδαίων ἔθνος: τῷ δ᾽ ἦν ἀγαπητὰ ταῦτα. [16] πυθόμενος δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν ἀντιμετεχώρει ταῖς ἐλπίσιν ἐξ ἀρχῆς τε φιλοστόργως διακείμενος καὶ τῆς χάριτος ἀπομνησθήσεσθαι προσδοκῶν, κρινόμενον ὅτι καὶ μέλλοντα θανάτῳ ζημιοῦσθαι τοῦ κινδύνου καὶ τῆς κολάσεως ἐρρύσατο. λόγους οὖν προσέφερε τοῖς Ἰουδαίοις ἰέναι παρ᾽ αὐτὸν ἐσπουδακώς. [17] οἱ δὲ περιείχοντο καὶ μένειν ἠξίουν τὰς ὑπουργίας ἅμα καὶ τὰς τιμὰς λέγοντες, ὡς οὐδὲν ἐνδεὲς αὐτῷ τῆς εἰς τοὺς ἀρχιερεῖς βασιλεῖς τιμῆς ἐξ αὐτῶν εἴη, καὶ τὸ μεῖζον, ὅτι μηδὲ ἐκεῖ τούτων μεταλαβεῖν δύναται κατὰ λώβην τοῦ σώματος, ἣν ὑπ᾽ Ἀντιγόνου πάθοι, τάς τε χάριτας οὐχ ὁμοίως ἀποδίδοσθαι παρὰ τῶν βασιλέων, ἃς ἔλαβον ἰδιωτεύοντες, ἐξαλλαττούσης αὐτοὺς οὐκ ἀλόγως τῆς τύχης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: