previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[349]

Παραπλήσια δὲ καὶ Γλαφύρᾳ τῇ γυναικὶ αὐτοῦ συντυγχάνει βασιλέως Ἀρχελάου θυγατρὶ οὔσῃ, καὶ πρότερον εἶπον συνῴκει παρθένον λαβὼν Ἀλέξανδρος Ἡρώδου μὲν υἱὸς Ἀρχελάου δ᾽ ἀδελφός. ἐπεὶ δὲ συμβαίνει τὸν Ἀλέξανδρον ὑπὸ τοῦ πατρὸς τελευτῆσαι, [350] Ἰόβᾳ τῷ Λιβύων βασιλεῖ γαμεῖται, μεταστάντος δὲ τοῦ Λίβυος χηρεύουσαν ἐν Καππαδοκίᾳ παρὰ τῷ πατρὶ Ἀρχέλαος ἄγεται τὴν συνοῦσαν αὐτῷ Μαριάμμην ἐκβαλών: τοσόσδε τῆς Γλαφύρας ἀνέστρεψεν ἔρως. [351] καὶ συνοικοῦσα τῷ Ἀρχελάῳ τοιόνδε ὄναρ θεᾶται: ἐδόκει τὸν Ἀλέξανδρον ἐπιστάντα θεασαμένη χαίρειν καὶ περιβάλλειν προθύμως, τὸν δὲ κατάμεμψίν τε αὐτῆς ποιεῖσθαι καὶ φάναι: [352]Γλαφύρα, συνηγορεῖς ἄρα λόγῳ, ὃς ἄπιστα ἔλεγεν εἶναι γυναιξίν, εἰ συνομόσασά τέ μοι καὶ συγκατοικισθεῖσα παρθένος παίδων ἡμῖν γεγονότων λήθῃ παραδίδως ἔρωτας τοὺς ἐμοὺς δευτέρων ἐπιθυμίᾳ γάμων. πληθώρα δέ σοι οὐδ᾽ οὕτως ὕβρεως, ἀλλὰ καὶ τρίτον ἐτόλμησας σαυτῇ παρακατακλῖναι νυμφίον ἀπρεπῶς καὶ ἀναισχύντως ἐπεισιοῦσα οἴκῳ τῷ ἐμῷ, καὶ γάμον συντιθεμένη πρὸς Ἀρχέλαον ἄνδρα μὲν σεαυτῆς ἀδελφὸν δὲ ἡμέτερον. [353] ἀλλ᾽ οὐκ ἔγωγε λήθην ποιήσομαι εὐνοίας τῆς σῆς, ἀπαλλάξω δέ σε παντὸς τοῦ ὀνειδιοῦντος ἐμὴν ὥσπερ ἦν κατασκευασάμενος.’ ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετ᾽ ὀλίγας ἡμέρας τελευτᾷ τὸν βίον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: