previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[224]

Τιβέριος δὲ τὸν Γάιον ἀποδείξας διάδοχον τῆς ἡγεμονίας ὀλίγας ἐπιβιοὺς ἡμέρας ἔθανεν σχὼν αὐτὸς τὴν ἀρχὴν ἡμέρας τρεῖς καὶ πέντε μῆνας πρὸς ἐνιαυτοῖν δυοῖν καὶ εἴκοσι. Γάιος δὲ ἦν αὐτοκράτωρ τέταρτος. [225] Ῥωμαίοις δ᾽ ἦν μὲν πύστις τῆς Τιβερίου τελευτῆς εὐφραίνοντό τε τῷ ἀγαθῷ τῆς ἀγγελίας, οὐ μὴν πιστεύειν γε θάρσος ἦν αὐτοῖς, οὐ τῷ μὴ βούλεσθαι, πρὸ πολλῶν γὰρ ἂν ἐτίμησαν χρημάτων τὸ ἐπαληθεῦσαν τῶν λόγων, δέει δὲ μὴ ψευδοῦς τῆς ἀγγελίας γενομένης προεξαναστάντες ἐπὶ δηλώσει τοῦ αὐτῶν χάρματος εἶτ᾽ ἀπολλύοιντο διαβολῆς αὐτῶν γενομένης: [226] πλεῖστα γὰρ ἀνὴρ εἷς οὗτος Ῥωμαίων τοὺς εὐπατρίδας εἰργάσατο δεινὰ δυσόργητος ἐπὶ πᾶσιν ὢν καὶ ἀνήκεστος εἰς τὸ ἐργάζεσθαι καταστάς, εἰ καὶ χωρὶς λόγου τὴν αἰτίαν ἐπανέλοιτο τοῦ μισεῖν, καὶ ἐπὶ πᾶσι μὲν οἷς κρίνοιεν ἐξαγριοῦν φύσιν ἔχων, εἰς θάνατον δὲ καὶ τῶν κουφοτάτων ἀνατιθεὶς τὴν ζημίαν. [227] ὥστε ἡδονῇ τοῦ ἐπ᾽ αὐτῷ λόγου φέροντος τὴν ἀκρόασιν εἰς ὅσον ἐβούλοντο ἀπολαύσματι χρῆσθαι ἐπεκεκώλυντο δείμασι κακῶν, προεωρᾶτο ψευσθεῖσι τῆς ἐλπίδος. [228] Μαρσύας δὲ τοῦ Ἀγρίππου ἀπελεύθερος πυθόμενος τοῦ Τιβερίου τὴν τελευτὴν ὠθεῖτο δρομαῖος τὸν Ἀγρίππαν εὐαγγελιούμενος, καὶ καταλαβὼν ἐν ἐξόδοις ὄντα εἰς τὸ βαλανεῖον συννεύσας πρὸς αὐτὸν γλώσσῃ τῇ Ἑβραίωντέθνηκεν λέωνφησίν. [229] δὲ σύνεσίν τε τοῦ λόγου ποιησάμενος καὶ χάρματι τῷ ἐπ᾽ αὐτῷ περιενεχθείςἀλλά σοι τῶν ἁπάντων καὶ τῆς ἐπὶ τῷδε εὐαγγελίας χάριτες ἐν ἐμοὶ παντοῖαι γίνοιντο, μόνον ἀληθῆ τὰ λεγόμενα εἴη.’ καὶ ἑκατοντάρχης, [230] ὅσπερ τῇ φυλακῇ ἐφειστήκει τοῦ Ἀγρίππου, θεώμενος τήν τε σπουδὴν μεθ᾽ οἵας Μαρσύας ἀφίκετο καὶ τὸ ἐκ τῶν λόγων χάρμα τῷ Ἀγρίππᾳ συνελθόν, ὑποτοπήσας καίνωσίν τινα γεγονέναι τῶν λόγων ἤρετό σφας περὶ τοῦ λόγου τοῦ ἐφεστηκότος. [231] οἱ δὲ τέως μὲν παρέτρεπον, ἐγκειμένῳ δὲ ἀποσημαίνει Ἀγρίππας, ἤδη γὰρ φίλος ἦν, μηδὲν ἐνδοιάσας. δὲ ἐκοινοῦτό τε τὴν ἡδονὴν τοῦ λόγου διὰ τὸ εἰς ἀγαθὰ τῷ Ἀγρίππᾳ φέρειν προυτίθει τε αὐτῷ δεῖπνον. εὐωχουμένων δ᾽ αὐτῶν καὶ τοῦ πότου προϊόντος παρῆν τις λέγων ζῆν τε τὸν Τιβέριον καὶ ὀλίγων ἡμερῶν ἐπανήξειν εἰς τὴν πόλιν. [232] καὶ ἑκατοντάρχης δεινῶς θορυβηθεὶς τῷ λόγῳ διὰ τὸ εἰς θάνατον ἀνακείμενα πεπραχέναι δεσμώτῃ τε καὶ ἐπ᾽ ἀγγελίᾳ θανάτου αὐτοκράτορος συνδιῃτῆσθαι μετὰ χάρματος, ἀπωθεῖταί τε τὸν Ἀγρίππαν τοῦ κλινιδίου καίἦπου, φησίν, λήσειν με ὑπονοεῖς θάνατον τοῦ αὐτοκράτορος κατεψευσμένος, ἀλλ᾽ οὐ κεφαλῇ τῇ σῇ τοῦτον ἀναμαξόμενος τὸν λόγον;’ [233] ταῦτα εἰπὼν κελεύει δῆσαι τὸν Ἀγρίππαν λελυκὼς πρότερον αὐτὸν φυλακήν τε ἀκριβεστέραν αὐτοῦ πρότερον καθίσταται. καὶ νύκτα μὲν ἐκείνην Ἀγρίππας ἐν τοιούτοις ἦν τοῖς κακοῖς. [234] τῇ δὲ ὑστεραίᾳ λόγος τε πλείων ἦν κατὰ τὴν πόλιν ἰσχυριζόμενος ἐπὶ τῇ τελευτῇ τοῦ Τιβερίου, ἐθάρρουν τε οἱ ἄνθρωποι φανερῶς ἤδη θροεῖν καί τινες καὶ θυσίας ἐπετέλουν, ἐπιστολαί τε ἀφίκοντο παρὰ τοῦ Γαΐου, μὲν πρὸς τὴν σύγκλητον τοῦ Τιβερίου διασαφοῦσα τὴν τελευτὴν καὶ τὴν αὐτοῦ παράληψιν τῆς ἡγεμονίας γενομένην, [235] δὲ πρὸς Πείσωνα τὸν φύλακα τῆς πόλεως τοῦτό τε ἀγορεύουσα, καὶ τὸν Ἀγρίππαν ἐκέλευεν ἐκ τοῦ στρατοπέδου μεταστῆσαι εἰς τὴν οἰκίαν, ἐν πρότερον δεθῆναι δίαιταν εἶχεν. τότε ἐν θάρσει λοιπὸν ἦγεν τὰ περὶ αὐτῆς: φυλακὴ μὲν γὰρ καὶ τήρησις ἦν, μετὰ μέντοι ἀνέσεως τῆς εἰς τὴν δίαιταν. [236] Γάιος δὲ ὡς ἐπὶ Ῥώμης παρῆν ἄγων τοῦ Τιβερίου τὸ σῶμα, ταφάς τε αὐτοῦ ποιεῖται πολυτελεῖς νόμοις τοῖς πατρίοις, Ἀγρίππαν τε αὐθημερὸν λύειν ὄντα πρόθυμον κώλυμα Ἀντωνία ἦν οὔ τι μίσει τῷ πρὸς τὸν δεδεμένον προμηθείᾳ δὲ τοῦ Γαΐου εὐπρεποῦς, μὴ δόξαν ἀπάγοιτο ἡδονῇ δεχομένου τὴν Τιβερίου τελευτὴν ἄνδρα ὑπ᾽ ἐκείνου δεδεμένον λύων ἐκ τοῦ ὀξέος. [237] διελθουσῶν μέντοι οὐ πολλῶν ἡμερῶν μεταπεμψάμενος αὐτὸν εἰς τὸν οἶκον ἀποκείρει τε αὐτὸν καὶ μεταμφιέννυσιν, εἶτα δὲ τὸ διάδημα περιτίθησιν τῇ κεφαλῇ καὶ βασιλέα καθίστησιν αὐτὸν τῆς Φιλίππου τετραρχίας δωρησάμενος αὐτῷ καὶ τὴν Λυσανίου τετραρχίαν, ἀλλάττει τε σιδηρᾷ ἁλύσει χρυσῆν ἰσόσταθμον. ἱππάρχην δὲ ἐπὶ τῆς Ἰουδαίας ἐκπέμπει Μάρυλλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: