previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[179]

Διὰ μὲν δὴ τάδε καὶ Εὔτυχος ἀκροάσεώς τε οὐκ ἐτύγχανε: καὶ δεσμοῖς ἐνείχετο. χρόνου δὲ ἐγγενομένου Τιβέριός τε ἐκ τῶν Καπρεῶν εἰς Τουσκουλανὸν παραγίνεται ὅσον ἀπὸ σταδίων ἑκατὸν τῆς Ῥώμης, καὶ Ἀγρίππας ἀξιοῖ τὴν Ἀντωνίαν διαπράξασθαι γενέσθαι τῷ Εὐτύχῳ τὴν ἀκρόασιν ἐφ᾽ οἷστισι τὴν κατηγορίαν ποιοῖτο αὐτοῦ. [180] τιμία δὲ ἦν Ἀντωνία Τιβερίῳ εἰς τὰ πάντα συγγενείας τε ἀξιώματι, Δρούσου γὰρ ἦν ἀδελφοῦ αὐτοῦ γυνή, καὶ ἀρετῇ τοῦ σώφρονος: νέα γὰρ χηρεύειν παρέμεινεν γάμῳ τε ἀπεῖπεν τῷ πρὸς ἕτερον καίπερ τοῦ Σεβαστοῦ κελεύοντός τινι γαμεῖσθαι, καὶ λοιδοριῶν ἀπηλλαγμένον διεσώσατο αὐτῆς τὸν βίον. [181] ἰδίᾳ τε εὐεργέτις ἦν εἰς τὰ μέγιστα τοῦ Τιβερίου: ἐπιβουλῆς γὰρ μεγάλης συστάσης ἐπ᾽ αὐτὸν ὑπὸ Σηιάνου φίλου τε ἀνδρὸς καὶ δύναμιν ἐν τῷ τότε μεγίστην ἔχοντος διὰ τὸ τῶν στρατευμάτων εἶναι ἡγεμονίαν αὐτῷ, καὶ τῆς τε βουλῆς οἱ πολλοὶ καὶ τῶν ἀπελευθέρων προσέθεντο καὶ τὸ στρατιωτικὸν διέφθαρτο, προυκοπτέν τε ἐπιβουλὴ ἐπὶ μέγα κἂν ἐπέπρακτο Σηιάνῳ τὸ ἔργον μὴ τῆς Ἀντωνίας τόλμῃ χρησαμένης σοφωτέρᾳ τῆς Σηιάνου κακουργίας. [182] ἐπεὶ γὰρ μανθάνει τὰ ἐπὶ τῷ Τιβερίῳ συντεθειμένα, γράφει πρὸς αὐτὸν τὰ πάντα ἀκριβῶς καὶ Πάλλαντι ἐπιδοῦσα τὰ γράμματα τῷ πιστοτάτῳ τῶν δούλων αὐτῆς ἐκπέμπει πρὸς Τιβέριον εἰς τὰς Καπρέας. δὲ μαθὼν τόν τε Σηιᾶνον κτείνει καὶ τοὺς συνεπιβούλους, τήν τε Ἀντωνίαν καὶ πρὶν ἀξιολόγως ἄγων τιμιωτέραν τε ὑπελάμβανεν κἀπὶ τοῖς πᾶσι πιθανήν. [183] ὑπὸ δὴ ταύτης τῆς Ἀντωνίας Τιβέριος παρακαλούμενος ἐξετάσαι τὸν Εὔτυχον, ‘ἀλλ᾽ εἰ μὲν καταψεύσειε, φησὶν Τιβέριος, ἔτι δε Ἀγρίππου τὰ εἰρημένα Εὔτυχος, ἀρκοῦσαν κομίζεται παρ᾽ αὐτοῦ τιμωρίαν, ἣν ἐπιτετίμηκα αὐτός: εἰ δὲ βασανιζομένου ἀληθῆ φανείη τὰ εἰρημένα, μήπου κολάζειν ποθῶν τὸν ἀπελεύθερον ἐπ᾽ αὐτὸν μᾶλλον καλοίη τὴν δίκην’. [184] καὶ Ἀγρίππας ταῦτα φαμένης πρὸς αὐτὸν Ἀντωνίας πολλῷ μᾶλλον ἐπέκειτο ἀξιῶν ἐξέτασιν γενέσθαι τοῦ πράγματος, καὶ Ἀντωνία, οὐ γὰρ ἀνίει πολὺς ὢν Ἀγρίππας ἐπὶ τοῖσδε δεῖσθαι, καιρὸν παραλαβοῦσα τοιοῦτον: [185] αἰωρεῖτο μὲν Τιβέριος ἐπὶ φορείου κείμενος, προϊόντων Γαΐου τε τοῦ ἐκείνης υἱωνοῦ καὶ Ἀγρίππα, ἀπ᾽ ἀρίστου δ᾽ ἦσαν, παραπεριπατοῦσα τῷ φορείῳ παρεκάλει καλεῖσθαί τε τὸν Εὔτυχον καὶ ἐξετάζεσθαι. [186] δέἀλλ᾽ ἴστων μὲν Ἀντωνία, εἶπεν, οἱ θεοί, ὅτι μὴ τῇ ἐμαυτοῦ γνώμῃ ἀνάγκῃ δὲ τῆς σῆς παρακλήσεως ἐξαγόμενος πράξω τὰ πραξόμενα.’ ταῦτα εἰπὼν κελεύει Μάκρωνα, ὃς Σηιανοῦ διάδοχος ἦν, τὸν Εὔτυχον ἀγαγεῖν. καὶ μὲν οὐδὲν εἰς ἀναβολὰς παρῆν. Τιβέριος δ᾽ αὐτὸν ἤρετο, τί καὶ ἔχοι λέγειν κατ᾽ ἀνδρὸς ἐλευθερίαν αὐτῷ παρεσχηκότος. [187] δέ φησιν, ‘ δέσποτα, αἰωροῦντο μὲν ἐφ᾽ ἁμάξης Γάιός τε οὗτος καὶ Ἀγρίππας σὺν αὐτῷ καί σφων ἑζόμην παρὰ τοῖν ποδοῖν, λόγων δὲ πολλῶν ἀνακυκλουμένων Ἀγρίππας φησὶ πρὸς Γάιον: εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα, μεταστὰς γέρων οὗτος χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης: οὐδὲν γὰρ ἡμῖν Τιβέριος υἱωνὸς αὐτοῦ γένοιτ᾽ ἂν ἐμποδὼν ὑπὸ σοῦ τελευτῶν, καὶ τε οἰκουμένη γένοιτ᾽ ἂν μακαρία κἀγὼ πρὸ αὐτῆς.’ [188] Τιβέριος δὲ πιστὰ ἡγησάμενος τὰ εἰρημένα καὶ ἅμα μῆνιν ἀναφέρων τῷ Ἀγρίππᾳ παλαιάν, διότι κελεύσαντος αὐτοῦ θεραπεύειν Τιβέριον υἱωνόν τε αὐτοῦ γεγονότα καὶ Δρούσου παῖδα ὄντα, Ἀγρίππας ἀτίμως ἦγεν παρακροασάμενος τὰς ἐπιστολὰς καὶ πᾶς ὡς τὸν Γάιον μετεκάθιζεν, [189]τοῦτον μὲν δή, φησί, Μάκρων, δῆσον.’ Μάκρων δὲ τὰ μὲν οὐ σαφῶς ὅντινα προστάξειεν ἐξεπιστάμενος, τὰ δὲ οὐκ ἂν προσδοκῶν περὶ τῷ Ἀγρίππᾳ αὐτὸν κελεῦσαί τι τοιοῦτον, ἐπανεῖχεν ἀκριβωσόμενος τὰ εἰρημένα. [190] ἐπεὶ δ᾽ Καῖσαρ περιοδεύσας τὸν ἱππόδρομον λαμβάνει τὸν Ἀγρίππαν ἑστηκότα, ‘καὶ μὴν δή, φησίν, Μάκρων, τοῦτον εἶπον δεθῆναι’. τοῦ δὲ ἐπανερομένου ὅντινα, ‘Ἀγρίππαν γεεἶπεν. [191] καὶ Ἀγρίππας τρέπεται μὲν κατὰ δεήσεις, τοῦ τε παιδὸς συνετέθραπτο μνημονεύων καὶ τοῦ Τιβερίου τῆς ἐκτροφῆς, οὐ μὴν ἤνυέν γέ τι, ἀλλ᾽ ἦγον αὐτὸν ἐν πορφυρίσι δέσμιον. [192] καὶ καῦμά τε γὰρ σφοδρὸν ἦν καὶ ὑπὸ οἴνου τοῦ ἐπὶ σιτίοις μὴ πολλοῦ γεγονότος δίψος ἐξέκαιεν αὐτόν, καί τι καὶ ἠγωνία καὶ τὸ παρ᾽ ἀξίαν προσελάμβανεν, θεασάμενός τινα τῶν Γαΐου παίδων Θαυμαστὸν ὄνομα ὕδωρ ἐν ἀγγείῳ κομίζοντα ᾔτησε πιεῖν. [193] καὶ ὀρέξαντος προθύμως πιών, ‘ἀλλ᾽ εἴπερ ἐπ᾽ ἀγαθοῖς, φησίν, παῖ, τὰ τῆσδέ σου τῆς διακονίας γέγονεν, διαφυγῆς μοι γενομένης τῶνδε τῶν δεσμῶν οὐκ ἂν βραδύνοιμι ἐλευθερίαν εἰσπρασσόμενός σοι παρὰ Γαΐου, ὃς καὶ δεσμώτῃ μοι γενομένῳ διακονεῖσθαι καθάπερ ἐν τῷ πρότερον καθεστηκότι σχήματι τῆς περὶ ἐμὲ ἀξιώσεως οὐκ ἐνέλιπες.’ καὶ οὐκ ἐψεύσατο ταῦτα εἰπών, ἀλλὰ δὴ ἠμείψατο: [194] ἐν ὑστέρῳ γὰρ βασιλεύσας τὸν Θαυμαστὸν μειζόνως ἐλεύθερόν τε ἀφῆκε παρὰ Γαΐου Καίσαρος γεγονότος λαβὼν καὶ τῆς οὐσίας ἐπίτροπον καθίστησι, τελευτῶν τε τῷ υἱεῖ Ἀγρίππᾳ καὶ Βερενίκῃ τῇ θυγατρὶ ἐπὶ τοῖς ὁμοίοις διακονησόμενον κατέλιπεν, ἐν τιμῇ τε ὢν ταύτῃ γηραιὸς τελευτᾷ. καὶ ταῦτα μὲν ὕστερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: