previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[354]

Ἀγρίππας μὲν οὖν βασιλεὺς τρόπῳ τοιούτῳ κατέστρεψεν τὸν βίον, γένει δὲ αὐτῷ κατελέλειπτο υἱὸς μὲν Ἀγρίππας ἄγων ἔτος ἑπτακαιδέκατον, τρεῖς δὲ θυγατέρες, ὧν μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο Βερενίκη τὸ ἑκκαιδέκατον ἔτος γεγονυῖα, παρθένοι δ᾽ ἦσαν αἱ δύο Μαριάμμη τε καὶ Δρούσιλλα, δεκαετὴς μὲν ἑτέρα, ἑξαετὴς δὲ Δρούσιλλα: [355] καθωμολόγηντο δ᾽ ὑπὸ τοῦ πατρὸς πρὸς γάμον Ἰουλίῳ μὲν Ἀρχελάῳ τοῦ Χελκίου παιδὶ Μαριάμμη, Δρούσιλλα δὲ Ἐπιφανεῖ, τοῦ δὲ τῆς Κομμαγηνῆς βασιλέως Ἀντιόχου υἱὸς ἦν οὗτος. [356] ἀλλὰ γὰρ ὅτε ἐγνώσθη τὸν βίον ἐκλιπὼν Ἀγρίππας, Καισαρεῖς καὶ Σεβαστηνοὶ τῶν εὐποιιῶν αὐτοῦ λαθόμενοι τὰ τῶν δυσμενεστάτων ἐποίησαν: [357] βλασφημίας τε γὰρ ἀπερρίπτουν εἰς τὸν κατοιχόμενον ἀπρεπεῖς λέγεσθαι καὶ ὅσοι στρατευόμενοι τότε ἔτυχον, συχνοὶ δ᾽ ἦσαν, οἴκαδε ἀπῆλθον καὶ τοὺς ἀνδριάντας τῶν τοῦ βασιλέως θυγατέρων ἁρπάσαντες ὁμοθυμαδὸν ἐκόμισαν εἰς τὰ πορνεῖα καὶ στήσαντες ἐπὶ τῶν τεγῶν ὡς δυνατὸν ἦν ἀφύβριζον ἀσχημονέστερα διηγήσεως δρῶντες, [358] ἐπί τε τοῖς δημοσίοις κατακλινόμενοι τόποις πανδήμους ἑστιάσεις ἐπετέλουν στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ Χάρωνι προπόσεις τῆς τοῦ βασιλέως ἐκπνοῆς ἀλλήλοις ἀνταποδιδόντες. [359] ἀμνήμονες δ᾽ ἦσαν οὐκ Ἀγρίππα μόνον χρησαμένου πολλαῖς εἰς αὐτοὺς φιλοτιμίαις, καὶ τοῦ πάππου δὲ Ἡρώδου: τὰς πόλεις ἐκεῖνος αὐτοῖς ἔκτισεν λιμένας τε καὶ ναοὺς κατεσκεύασεν λαμπροῖς δαπανήμασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: