previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[340]

Τῶν δ᾽ οὐκέτ᾽ ὀκνούντων, ἀλλ᾽ ἱεμένων μετὰ σπουδῆς ὡς συμπαρόντος αὐτοῖς τοῦ θεοῦ, μαίνεσθαι μὲν αὐτοὺς τὸ πρῶτον Αἰγύπτιοι ἐδόκουν ὡς ἐπὶ πρόδηλον ὄλεθρον ὁρμωμένους, ἐπεὶ δὲ ἑώρων ἀβλαβεῖς ἐπὶ τὸ πολὺ προκεκοφότας καὶ μηδὲν αὐτοῖς ἐμπόδιον μηδὲ δυσχερὲς ἀπαντῆσαν, διώκειν ὡρμήκεσαν αὐτοὺς ὡς κἀκείνοις ἠρεμήσοντος τοῦ πελάγους, καὶ προτάξαντες τὴν ἵππον κατέβαινον. [341] Ἑβραῖοι δὲ καθοπλιζομένους καὶ τὸν χρόνον εἰς τοῦτο τρίβοντας ἔφθασαν εἰς τὴν ἀντιπέραν γῆν ἀπαθεῖς ἐκφυγόντες, ὅθεν καὶ θαρσαλεωτέροις συνέβαινε πρὸς τὴν δίωξιν ὡς οὐδὲν οὐδ᾽ αὐτῶν πεισομένων εἶναι. [342] Αἰγύπτιοι δ᾽ ἐλάνθανον ἰδίαν ὁδὸν Ἑβραίοις γεγενημένην, ἀλλ᾽ οὐχὶ κοινὴν ἐπεμβαίνοντες καὶ μέχρι σωτηρίας τῶν κεκινδυνευκότων πεποιημένην, ἀλλ᾽ οὐχὶ καὶ τοῖς ἐπ᾽ ἀπωλείᾳ τῇ τούτων ὡρμημένοις χρῆσθαι θέλουσιν. [343] ὡς οὖν τῶν Αἰγυπτίων στρατὸς ἅπας ἐντὸς ἦν, ἐπιχεῖται πάλιν θάλασσα καὶ περικαταλαμβάνει ῥοώδης ὑπὸ πνευμάτων κατιοῦσα τοὺς Αἰγυπτίους, ὄμβροι τ᾽ ἀπ᾽ οὐρανοῦ κατέβαινον καὶ βρονταὶ σκληραὶ προσεξαπτομένης ἀστραπῆς καὶ κεραυνοὶ δὲ κατηνέχθησαν. [344] ὅλως δ᾽ οὐδὲν ἦν τῶν ἐπ᾽ ἀπωλείᾳ κατὰ μῆνιν θεοῦ συμπιπτόντων ἀνθρώποις, μὴ τότε συνῆλθε: καὶ γὰρ νὺξ αὐτοὺς ζοφώδης καὶ σκοτεινὴ κατέλαβε. καὶ οἱ μὲν οὕτως ἀπώλοντο πάντες, ὡς μηδ᾽ ἄγγελον τῆς συμφορᾶς τοῖς ὑπολελειμμένοις ὑποστρέψαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: