previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[35]

Ὡς δὲ ταῦτα περὶ τὸν Ἰώσηπον τοῖς ἀδελφοῖς ἐπέπρακτο, τί ποιήσαντες ἂν ἔξω τῆς ὑπονοίας παρὰ τῷ πατρὶ γενηθεῖεν ἐζήτουν, καὶ δὴ τὸν χιτωνίσκον, ὃν ἀφῖκτο μὲν πρὸς αὐτοὺς Ἰώσηπος ἐνδεδυμένος, περιῃρήκεσαν δ᾽ αὐτὸν ὅτε καθίεσαν εἰς τὸν λάκκον, ἔδοξεν αὐτοῖς διασπαράξασιν αἵματι τράγου μολῦναι καὶ τῷ πατρὶ δεῖξαι φέροντας, ὡς ἂν ὑπὸ θηρίων αὐτῷ φανείη διεφθαρμένος. [36] καὶ τοῦτο ποιήσαντες ἧκον πρὸς τὸν πρεσβύτην ἤδη τῶν περὶ τὸν υἱὸν εἰς γνῶσιν ἀφιγμένον, ἔλεγον δὲ τὸν μὲν Ἰώσηπον οὔτ᾽ ἰδεῖν οὔθ᾽ κέχρηται συμφορᾷ μεμαθηκέναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον, ὅθεν αὐτοῖς ὑπόνοιαν εἶναι περιπεσόντα θηρίοις αὐτὸν ἀπολωλέναι, εἴγε τοῦτον ἐνδεδυμένος οἴκοθεν ἐστάλη. [37] Ἰάκωβος δὲ ἐπὶ κουφοτέραις ὢν ἐλπίσιν ὡς ἠνδραποδισμένου δῆθεν αὐτῷ τοῦ παιδός, τοῦτον μὲν ἀφίησι τὸν λογισμόν, πίστιν δ᾽ αὐτοῦ τῆς τελευτῆς ἐναργῆ τὸν χιτῶνα ὑπολαβών, καὶ γὰρ ἐγνώρισεν ἐκεῖνον αὐτὸν ὃν ἐνδεδυμένον ἐκπέμποι πρὸς τοὺς ἀδελφούς, ὡς ἐπὶ νεκρῷ τὸ λοιπὸν οὕτω διέκειτο ἐπὶ τῷ μειρακίῳ πενθῶν. [38] καὶ ὡς ἑνὸς πατὴρ ὢν καὶ τῆς ἐξ ἄλλων παραμυθίας ἐστερημένος οὕτως ἦν παρὰ τῷ κακῷ, πρὶν τοῖς ἀδελφοῖς συμβαλεῖν εἰκάζων ὑπὸ θηρίων Ἰώσηπον ἀφανῆ γεγονέναι. ἐκαθέζετο δὲ σακκίον ἐξαψάμενος καὶ τῇ λύπῃ βαρύς, ὡς μήτε ὑπὸ παίδων παρηγορούντων αὐτὸν ῥᾴονα γενέσθαι μήτε κάμνοντα τοῖς πόνοις ἀπαγορεύειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: