previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[166]

Καὶ Σαμουῆλος μὲν ἀπαλλάσσεται ταῦτα παραινέσας, πρὸς δὲ τὸν Δαβίδην μεταβαίνει τὸ θεῖον καταλιπὸν Σαοῦλον. καὶ μὲν προφητεύειν ἤρξατο τοῦ θείου πνεύματος εἰς αὐτὸν μετοικισαμένου, τὸν Σαοῦλον δὲ περιήρχετο πάθη τινὰ καὶ δαιμόνια πνιγμοὺς αὐτῷ καὶ στραγγάλας ἐπιφέροντα, ὡς τοὺς ἰατροὺς ἄλλην μὲν αὐτῷ θεραπείαν μὴ ἐπινοεῖν, εἰ δέ τίς ἐστιν ἐξᾴδειν δυνάμενος καὶ ψάλλειν ἐπὶ κινύρᾳ τοῦτον ἐκέλευσαν ζητήσαντας, ὁπόταν αὐτῷ προσίῃ τὰ δαιμόνια καὶ ταράττῃ, ποιεῖν ὑπὲρ κεφαλῆς στάντα ψάλλειν τε καὶ τοὺς ὕμνους ἐπιλέγειν. [167] δὲ οὐκ ἠμέλησεν, ἀλλὰ ζητεῖσθαι προσέταξε τοιοῦτον ἄνθρωπον: φήσαντος δέ τινος αὐτῷ τῶν παρόντων ἐν Βηθλεέμῃ πόλει τεθεᾶσθαι Ἰεσσαίου μὲν υἱὸν, ἔτι δὲ παῖδα τὴν ἡλικίαν, εὐπρεπῆ δὲ καὶ καλὸν τά τε ἄλλα σπουδῆς ἄξιον καὶ δὴ καὶ ψάλλειν εἰδότα καὶ ᾁδειν ὕμνους καὶ πολεμιστὴν ἄκρον, πέμψας πρὸς τὸν Ἰεσσαῖον ἐκέλευσεν ἀποστέλλειν αὐτῷ τὸν Δαβίδην τῶν ποιμνίων ἀποσπάσαντα: βούλεσθαι γὰρ αὐτὸν ἰδεῖν περὶ τῆς εὐμορφίας καὶ τῆς ἀνδρείας ἀκούσας τοῦ νεανίσκου. [168] δὲ Ἰεσσαῖος πέμπει τὸν υἱὸν καὶ ξένια δοὺς κομίσαι τῷ Σαούλῳ. ἐλθόντι δὲ ἥσθη καὶ ποιήσας ὁπλοφόρον διὰ πάσης ἦγε τιμῆς: ἐξῄδετο γὰρ ὑπ᾽ αὐτοῦ καὶ πρὸς τὴν ἀπὸ τῶν δαιμονίων ταραχήν, ὁπότε αὐτῷ ταῦτα προσέλθοι, μόνος ἰατρὸς ἦν λέγων τε τοὺς ὕμνους καὶ ψάλλων ἐν τῇ κινύρᾳ καὶ ποιῶν ἑαυτοῦ γίνεσθαι τὸν Σαοῦλον. [169] πέμπει τοίνυν πρὸς τὸν πατέρα τοῦ παιδὸς Ἰεσσαῖον ἐᾶσαι παρ᾽ αὐτῷ τὸν Δαβίδην κελεύων: ἥδεσθαι γὰρ αὐτῷ βλεπομένῳ καὶ παρόντι: τὸν δ᾽ οὐκ ἀντειπεῖν τῷ Σαούλῳ, συγχωρῆσαι δὲ κατέχειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: