previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τρίτην δὲ ἡμέραν πλεόντων ἡμῶν, ἐξ αἰθρίας πολλῆς αἰφνίδιον ἀχλὺς περιχεῖται καὶ τῆς ἡμέρας ἀπωλώλει τὸ φῶς: ἐγείρεται δὲ κάτωθεν ἄνεμος ἐκ τῆς θαλάσσης κατὰ πρόσωπον τῆς νεώς, καὶ κυβερνήτης περιάγειν ἐκέλευσε τὴν κεραίαν. [2] Καὶ σπουδῇ περιῆγον οἱ ναῦται, πῇ μὲν τὴν ὀθόνην ἐπὶ θάτερα συνάγοντες ἄνω τοῦ κέρως βίᾳτὸ γὰρ πνεῦμα σφοδρότερον ἐμπεσὸν ἀνθέλκειν οὐκ ἐπέτρεπε), πῇ δὲ πρὸς θάτερον μέρος, φυλάττοντες τοῦ πρόσθεν μέτρου καθ̓ συνέβαινεν οὔριον εἶναι τῇ περιαγωγῇ τὸ πνεῦμα. [3] Κλίνεται δὲ κοῖλον τοιχίσαν τὸ σκάφος καὶ ἐπὶ θάτερα μετεωρίζεται καὶ πάντη πρηνὲς ἦν, καὶ ἐδόκει τοῖς πολλοῖς ἡμῶν περιτραπήσεσθαι καθάπαξ ἐμπίπτοντος τοῦ πνεύματος. Μετεσκευαζόμεθα οὖν ἅπαντες εἰς τὰ μετέωρα τῆς νεώς, ὅπως τὸ μὲν βαπτιζόμενον τῆς νεὼς ἀνακουφίσαιμεν, τὸ δὲ τῇ προσθήκῃ βιασάμενοι κατὰ μικρὸν καθέλοιμεν εἰς τὸ ἀντίρροπον. [4] Πλέον δὲ ἠνύομεν οὐδέν: ἀνέφερε γὰρ ἡμᾶς μᾶλλον κορυφούμενον τὸ ἔδαφος τῆς νεώς, πρὸς ἡμῶν κατεβιβάζετο. [5] Καὶ χρόνον μέν τινα διαταλαντουμένην οὕτω τὴν ναῦν τοῖς κύμασιν ἐπαλαίομεν εἰς τὸ ἀντίρροπον καθελεῖν: αἰφνίδιον δὲ [p. 89] μεταβάλλεται τὸ πνεῦμα ἐπὶ θάτερα τῆς νεὼς καὶ μικροῦ βαπτίζεται τὸ σκάφος, τοῦ μὲν τέως εἰς κῦμα κλιθέντος ἀναθορόντος ὀξείᾳ ῥοπῇ, θατέρου δέ, ᾐώρητο, καταρραγέντος εἰς τὴν θάλατταν. [6] Κωκυτὸς οὖν αἴρεται μέγας ἐκ τῆς νεώς, καὶ μετοικία πάλιν καὶ δρόμος μετὰ βοῆς ἐπὶ τὰς ἀρχαίας ἕδρας. Καὶ τρίτον καὶ τέταρτον καὶ πολλάκις τὸ αὐτὸ πάσχοντες κοινὴν ταύτην εἴχομεν ἐν τῷ σκάφει τὴν πλάνην. Πρὶν μὲν γὰρ μετασκευάσασθαι τὸ πρῶτον, δίαυλος ἡμᾶς διαλαμβάνει δεύτερος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: