previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ Σάτυρος λέγειἅμα δὲ βιαζόμενος ἐπὶ τὸ στρατόπεδον ἔκλαον, δέσποτα, καὶ ὠδυρόμην, τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου παντὶ τρόπῳ σῶσαι τὴν κόρην. [2] Δαίμων δέ τις ἀγαθὸς ἡμῖν συνήργησεν. Ἐτύχομεν τῇ προτεραίᾳ τῆς θυσίας ἡμέρᾳ καθεζόμενοι πρὸς τῇ θαλάττῃ λυπούμενοι καὶ περὶ τούτων σκοποῦντες, τῶν δὲ λῃστῶν τινες ναῦν ἰδόντες ἀγνοίᾳ πλανηθεῖσαν ὥρμησαν ἐπ̓ αὐτήν. [3] Οἱ δὲ ἐπὶ τῆς νεὼς συνέντες οἳ τυγχάνουσιν, ἐπεχείρουν ἐλαύνειν εἰς τοὐπίσω: ὡς δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες, πρὸς ἄμυναν τρέπονται: [4] καὶ γάρ τις ἐν αὐτοῖς ἦν τῶν τὰ Ὁμήρου τῷ στόματι δεικνύντων ἐν τοῖς θεάτροις. Τὴν Ὁμηρικὴν οὖν σκευὴν ὁπλισάμενος καὶ αὐτὸς καὶ τοὺς ἀμφ̓ αὑτὸν οὕτω σκευάσας, ἐπεχείρουν μάχεσθαι. [5] Πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα ἐρρωμένως ἀντετάξαντο: πλειόνων δὲ ἐπιπλευσάντων σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν. [6] Λανθάνει δὴ κίστη ἐκτραπεῖσά τις καὶ τῷ ναυαγίῳ καθ̓ ἡμᾶς τῷ ῥοΐ κομισθεῖσα, ἣν Μενέλαος ἀναιρεῖται: καὶ ἀναχωρήσας ποι παρόντος ἅμα κἀμοῦπροσεδόκα γάρ τι σπουδαῖον ἔνδον εἶναιἀνοίγει τὴν κίστην καὶ ὁρῶμεν [p. 106] χλαμύδα καὶ ξίφος, τὴν μὲν κώπην ὅσον παλαιστῶν τεσσάρων, τὸν δὲ σίδηρον ἐπὶ τῇ κώπῃ βραχύτατον, [7] δακτύλων ὅσον τριῶν. Ὡς δὲ ἀνελόμενος τὸ ξίφος Μενέλαος ἔλαθε μεταστρέψας κατὰ τὸ τοῦ σιδήρου μέρος, τὸ μικρὸν ἐκεῖνο ξίφος ὥσπερ ἀπὸ χηραμοῦ τῆς κώπης κατατρέχει τοσοῦτον, ὅσον εἶχεν κώπη τὸ μέγεθος: ὡς δὲ ἀνέστρεψεν εἰς τοὔμπαλιν, αὖθις σίδηρος εἴσω καταδύεται. Τούτῳ δ̓ ἄρα, ὡς εἰκός, κακοδαίμων ἐκεῖνος ἐν τοῖς θεάτροις ἐχρῆτο πρὸς τὰς κιβδήλους σφαγάς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: