previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐκ δὲ τῆς τούτων συμπλοκῆς τὰ μὲν θηρία διὰ τῶν γροσφομάχων καὶ τῶν ἱππέων ἀκοντιζόμενα καὶ διαταραττόμενα πανταχόθεν ἔπασχε μὲν κακῶς, ἔβλαπτε δ᾽ οὐδὲν ἧττον τοὺς φίλους ἢ τοὺς πολεμίους: φερόμενα γὰρ εἰκῇ τοὺς ὑποπεσόντας ἐξ ἀμφοῖν αἰεὶ διέφθειρε. [2] τῆς δὲ πεζικῆς δυνάμεως τὰ μὲν κέρατα τῶν Καρχηδονίων ἐθραύετο, τὸ δὲ μέσον τὸ κατὰ τοὺς Λίβυας, ὅπερ ἦν χρησιμώτατον, εἰς τέλος ἄπρακτον ἦν: [3] οὔτε γὰρ παραβοηθεῖν ἠδύναντο τοῖς ἐπὶ τῶν κεράτων, λιπόντες τὸν ἴδιον τόπον διὰ τὴν τῶν Ἰβήρων ἔφοδον, οὔτε μένοντες ἐπὶ τῶν ὑποκειμένων ἐνεργεῖν τι τῶν δεόντων οἷοί τ᾽ ἦσαν διὰ τὸ μὴ συνιέναι τοὺς κατὰ πρόσωπον πολεμίους αὐτοῖς εἰς τὰς χεῖρας. [4] οὐ μὴν ἀλλὰ χρόνον μέν τινα διηγωνίζοντο τὰ κέρατα γενναίως διὰ τὸ περὶ τῶν ὅλων ἑκατέροις συνεστάναι τὸν κίνδυνον. [5] ἤδη δὲ τοῦ καύματος ἐφεστῶτος κατὰ τὴν ἀκμήν, οἱ μὲν Καρχηδόνιοι παρελύοντο διὰ τὸ μὴ πεποιῆσθαι τὴν ἔξοδον κατὰ τὴν ἰδίαν προαίρεσιν, κεκωλῦσθαι δὲ τῆς ἁρμοζούσης παρασκευῆς, [6] οἱ δὲ Ῥωμαῖοι καὶ τῇ δυνάμει καὶ ταῖς εὐψυχίαις καθυπερεῖχον, καὶ μάλιστα τῷ τοῖς χρησιμωτάτοις πρὸς τοὺς ἀχρειοτάτους τῶν πολεμίων συμβεβληκέναι διὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν. [7] τὰς μὲν οὖν ἀρχὰς οἱ περὶ τὸν Ἀσδρούβαν κατὰ πόδα πιεζούμενοι τὴν ἀναχώρησιν ἐποιοῦντο, μετὰ δὲ ταῦτα κλίναντες ἁθρόοι πρὸς τὴν παρώρειαν ἀπεχώρουν: ἐγκειμένων δὲ τῶν Ῥωμαίων βιαιότερον ἔφευγον εἰς τὸν χάρακα προτροπάδην. [8] εἰ μὲν οὖν μὴ θεὸς αὐτοῖς τις συνεπελάβετο τῆς σωτηρίας, παραχρῆμ᾽ ἂν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς. [9] ἐπιγενομένης δὲ κατὰ τὸν ἀέρα συστροφῆς ἐξαισίου, καὶ καταρραγέντος ὄμβρου λάβρου καὶ συνεχοῦς, μόλις εἰς τὴν αὑτῶν στρατοπεδείαν ἀνεκομίσθησαν οἱ Ῥωμαῖοι. —

Ἰλούργεια, πόλις Ἰβηρίας, Πολύβιος ἑνδεκάτῃ. [10] [11]

τὸ δὲ τετηκὸς καὶ συνερρυηκὸς ἀργύριον καὶ χρυσίον ἀναζητοῦντες ὑπὸ τοῦ πυρὸς πλεῖστοι Ῥωμαίων διεφθάρησαν. —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: