previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δ᾽ ἔδοξε τὸ δέον αὐτῷ γίνεσθαι, πρὸς μὲν τοὺς ἐν τῇ παρωρείᾳ τεταγμένους τῶν πολεμίων ἀντέταττε *** πρὸς δὲ τοὺς εἰς τὸν αὐλῶνα καταβεβηκότας ἅθρους ἄγων ἐκ τῆς παρεμβολῆς ἐπὶ τέτταρας κοόρτις προσέβαλε τοῖς πεζοῖς τῶν ὑπεναντίων. [2] κατὰ δὲ τὸν καιρὸν τοῦτον καὶ Γάιος Λαίλιος, ἔχων τοὺς ἱππεῖς, προῆγε διὰ τῶν λόφων τῶν ἀπὸ τῆς παρεμβολῆς ἐπὶ τὸν αὐλῶνα κατατεινόντων, καὶ προσέβαλλε τοῖς τῶν Ἰβήρων ἱππεῦσι κατὰ νώτου, καὶ συνεῖχε τούτους ἐν τῇ πρὸς αὑτὸν μάχῃ. λοιπὸν οἱ μὲν πεζοὶ τῶν ὑπεναντίων, [3] ἐρημωθέντες τῆς τῶν ἱππέων χρείας, οἷς πιστεύσαντες εἰς τὸν αὐλῶνα κατέβησαν, ἐπιεζοῦντο καὶ κατεβαροῦντο τῇ μάχῃ, οἱ δ᾽ ἱππεῖς τὸ παραπλήσιον ἔπασχον: [4] ἀπειλημμένοι γὰρ ἐν στενῷ καὶ δυσχρηστούμενοι πλείους ὑφ᾽ αὑτῶν τῶν πολεμίων διεφθείροντο, τῶν μὲν ἰδίων πεζῶν ἐκ πλαγίου προσκειμένων αὐτοῖς, τῶν δὲ πολεμίων τῶν πεζῶν κατὰ πρόσωπον, τῶν δ᾽ ἱππέων κατὰ νώτου περιεστώτων. [5] τοιαύτης δὲ γενομένης τῆς μάχης οἱ μὲν εἰς τὸν αὐλῶνα καταβάντες σχεδὸν ἅπαντες διεφθάρησαν, οἱ δ᾽ ἐν τῇ παρωρείᾳ διέφυγον. [6] οὗτοι δ᾽ ἦσαν εὔζωνοι, τρίτον δὲ μέρος τῆς ἁπάσης δυνάμεως, μεθ᾽ ὧν καὶ τὸν Ἀνδοβάλην συνέβη διασωθέντα φυγεῖν εἴς τι χωρίον ὀχυρόν. —

Πόπλιος δέ, [7] συντέλειαν ἐπιτεθεικὼς τοῖς κατὰ τὴν Ἰβηρίαν ἔργοις, παρῆν εἰς τὸν Ταρράκωνα μετὰ μεγίστης χαρᾶς, κάλλιστον θρίαμβον καὶ καλλίστην νίκην τῇ πατρίδι κατάγων. [8] σπεύδων δὲ μὴ καθυστερεῖν τῆς ἐν τῇ Ῥώμῃ καταστάσεως τῶν ὑπάτων, πάντα τὰ κατὰ τὴν Ἰβηρίαν διατάξας καὶ παραδοὺς τὸ στρατόπεδον τοῖς περὶ τὸν Ἰούνιον καὶ Μάρκιον, αὐτὸς ἀπέπλευσε μετὰ Γαΐου καὶ τῶν ἄλλων φίλων εἰς τὴν Ῥώμην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: