previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι ἐπειδὴ οἱ Κελτίβηρες ἀνοχὰς ποιησάμενοι πρὸς Μάρκον Κλαύδιον τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξαπέστειλαν τὰς πρεσβείας εἰς τὴν Ῥώμην, οὗτοι μὲν τὴν ἡσυχίαν ἦγον, καραδοκοῦντες τὴν ἀπόφασιν τῆς συγκλήτου, [2] Μάρκος δὲ στρατεύσας εἰς τοὺς Λυσιτανοὺς καὶ τὴν Νερκόβρικα πόλιν κατὰ κράτος ἑλὼν ἐν Κορδύβᾳ τὴν παραχειμασίαν ἐποιεῖτο. [3] τῶν δὲ πρέσβεων εἰς τὴν Ῥώμην παραγενομένων, τοὺς μὲν παρὰ τῶν Βελλῶν καὶ Τίττων, ὅσοι τὰ Ῥωμαίων ᾑροῦντο, παρεδέξαντο πάντας εἰς τὴν πόλιν, [4] τοὺς δὲ παρὰ τῶν Ἀραυακῶν πέραν τοῦ Τιβέρεως ἐκέλευσαν κατασκηνοῦν διὰ τὸ πολεμίους ὑπάρχειν, ἕως βουλεύσωνται περὶ τῶν ὅλων. [5] γενομένου δὲ καιροῦ πρὸς ἔντευξιν, κατὰ πόλιν στρατηγὸς εἰσῆγε τοὺς συμμάχους. [6] οἱ δὲ καίπερ ὄντες βάρβαροι *** διετίθεντο λόγους καὶ πάσας ἐξευκρινεῖν ἐπειρῶντο τὰς διαφοράς, [7] ὑποδεικνύντες ὡς, εἰ μὴ συσταλήσονται καὶ τεύξονται τῆς ἁρμοζούσης κολάσεως οἱ πεπολεμηκότες, παραυτίκα μέν, ἐπανελθόντων τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐκ τῆς Ἰβηρίας, ἐκ χειρὸς προσεπιθήσουσι τὴν δίκην αὐτοῖς. [8] ὡς προδόταις γεγονόσι, ταχὺ δὲ πάλιν αὐτοὶ κινήσουσι πραγμάτων ἀρχήν, ἐὰν ἀνεπιτίμητοι διαφύγωσιν ἐκ τῆς πρώτης ἁμαρτίας, ἑτοίμους δὲ πάντας πρὸς καινοτομίαν ποιήσουσι τοὺς κατὰ τὴν Ἰβηρίαν, ὡς ἱκανοὶ γεγονότες ἀντίπαλοι Ῥωμαίοις. [9] διόπερ ἠξίουν μένειν τὰ στρατόπεδα κατὰ τὴν Ἰβηρίαν καὶ διαβαίνειν καθ᾽ ἕκαστον ἔτος ὕπατον ἐφεδρεύσοντα τοῖς συμμάχοις καὶ κολάσοντα τὰς Ἀραυακῶν ἀδικίας, [10] βουλομένους ἀπάγειν τὰς δυνάμεις παραδειγματιστέον εἶναι τὴν τῶν προειρημένων ἐπανάστασιν, ἵνα μηδεὶς ἔτι ποιεῖν θαρρῇ τὸ παραπλήσιον τούτοις. [11] οἱ μὲν οὖν Βελλῶν καὶ Τίττων συμμαχοῦντες Ῥωμαίοις ταῦτα καὶ τὰ τούτοις παραπλήσια διελέχθησαν. [12] ἐπὶ δὲ τούτοις εἰσῆγον τοὺς παρὰ τῶν πολεμίων. [13] οἱ δ᾽ Ἀραυάκαι παρελθόντες κατὰ μὲν τὴν ὑπόκρισιν ἐχρῶντο τοῖς λόγοις ὑποπεπτωκότως καὶ ταπεινῶς, τῇ γε μὴν προαιρέσει [ὡς] διέφαινον οὐκ εἰκούσῃ τοῖς ὅλοις οὐδ᾽ ἡττωμένῃ. [14] καὶ γὰρ τὰ τῆς τύχης ἄδηλα πολλάκις ὑπεδείκνυον καὶ τὰς προγεγενημένας μάχας ἀμφιδηρίτους ποιοῦντες ἐν πάσαις ἔμφασιν ἀπέλειπον ὡς ἐπικυδεστέρων αὐτῶν γεγονότων. [15] τέλος δ᾽ ἦν τῶν λόγων: εἰ μέν τι δεῖ ῥητὸν πρόστιμον ὑπομένειν τῆς ἀγνοίας, ἀναδέχεσθαι τοῦτ᾽ ἔφασαν, τελεσθέντος δὲ τοῦ προστάγματος ἐπανάγειν ἠξίουν ἐπὶ τὰς κατὰ Τεβέριον ὁμολογίας αὐτοῖς γενομένας πρὸς τὴν σύγκλητον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (6 total)
  • Cross-references to this page (6):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: