previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σπανίως ἐλέφας ἐρᾷ, φασίν: ἔστι γὰρ σώφρων, ὡς ἄνω μοι λέλεκται. ἀκούω δ᾽ οὖν ἐλεφάντων πάθος ἐρωτικόν, καὶ ἄξιον θαυμάσαι αὐτό. δὲ πέπυσμαι, ἐκεῖνό ἐστιν. ἀνὴρ τῆς τούτων ἄγρας οὐκ ἄπειρος, δύναμιν λαβὼν ἐκ βασιλέως τοῦ Ῥωμαίων καὶ σταλεὶς ἐπὶ τὴν θήραν κατά τι ἔθος τοῖς Μαυρουσίοις ἐπιχώριον, φησὶν ἐν συγγραφῇ νέαν μόσχον ἐλέφαντος ὡραίαν ὡς ἐκείνοις ἰδεῖν συνελθεῖν ἐλέφαντι νέῳ καὶ καλῷ, πρεσβύτερον δὲ ἄλλον, εἴτε [p. 243] ἀνὴρ ἦν εἴτε ἐραστὴς τῆς προειρημένης, ὥσπερ οὖν ἀτιμασθέντα ἀγανακτῆσαι: θυμῷ γὰρ βιαίῳ ἐξαφθεὶς ὥρμησε μέν, ἐλθὼν δὲ ἐπὶ τὸν νέον καὶ καλὸν καὶ συμπεσὼν εἶτα ἐμάχετο, ὡς ὑπέρ τινος νύμφης ἐρωμένης ἀλγῶν. καὶ ἐς τοσοῦτον ἄρα ἀλλήλοις συνήραξαν, ὡς ἀμφοτέροις ζημιωθῆναι τὰ κέρατα. ἐνίκησε δὲ οὐδέτερος, ἀλλὰ ἀπέστρεψαν ἀπ᾽ ἀλλήλων οἱ θηραταὶ βάλλοντες, ἐπεὶ καὶ ἀχρεῖοι τὸ λοιπὸν ἦσαν τῶν ὅπλων ἀφῃρημένοι. ἐρωτικὴ μὲν δὴ μάχη ἐραστῶν ἐλεφάντων ἰσότιμος μέχρι τοῦ τέλους ἐνταῦθα ἀνεπαύσατο. εἵλκετο δὲ Πάρις ὑπὸ τοῦ Μενέλεω καὶ ἤγχετο τοῦ ἱμάντος αὐτὸν πιέζοντος τοῦ ὑπὸ τῷ κράνει, καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος τοῦ Ἀτρέως, εἰ μὴ ἐρράγη μὲν ἱμάς, αὐτὸν δὲ ἐξήρπασεν Διὸς καὶ Διώνης αἰσχίστην μάχην καὶ ἄνανδρον μεμαχημένον, καὶ ἀπελθὼν δειλὸς ἐκάθευδε μετὰ τῆς μεμοιχευμένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: