previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


θεῖ δὲ λαγὼς ὑπό τε κυνῶν καὶ ἱππέων διωκόμενος, εἰ μὲν ἐκ πεδιάδος γῆς εἴη, ὠκύτερον τῶν ὀρείων λαγῶν, ἄτε μικρὸς τὸ σῶμα καὶ λεπτός: ἔνθεν τοι καὶ κοῦφον αὐτὸν εἶναι οὐκ ἀπεικός. σκιρτᾷ γοῦν τὰ πρῶτα ἀπὸ τῆς γῆς καὶ πηδᾷ, διαδύεται δὲ καὶ διὰ θάμνων ὀλισθηρῶς καὶ εὐκόλως καὶ διὰ παντὸς ἑλώδους τόπου: καὶ εἴ που πόαι βαθεῖαι, καὶ διὰ τούτων διεκπίπτει ῥᾳδίως. καὶ ὅπερ τοῖς λέουσί φασι τὴν ἀλκαίαν δύνασθαι πρὸς τὸ ἐγείρειν αὑτοὺς καὶ ἐποτρύνειν, τοῦτό τοι καὶ ἐκείνῳ τὰ ὦτά ἐστι, ῥύμης συνθήματα καὶ ἐγερτήρια δρόμου. ἀνακλίνει γοῦν [p. 327] κατὰ τῶν νώτων αὐτά, κέχρηται δὲ αὐτοῖς πρὸς τὸ μὴ ἐλινύειν μηδὲ ὀκνεῖν οἷον μύωψι. δρόμον δὲ ἕνα καὶ εὐθὺν οὐ θεῖ, δεῦρο δὲ καὶ ἐκεῖσε παρακλίνει, καὶ ἐξελίττει τῇ καὶ τῇ, ἐκπλήττων τοὺς κύνας καὶ ἀπατῶν. ὅποι ποτὲ δ᾽ ἂν ὁρμήσῃ καὶ ἀπονεῦσαι θελήσῃ, κατ᾽ ἐκείνην τὴν ἐκτροπὴν κλίνει τῶν ὤτων τὸ ἕτερον, οἷον ἰθύνων ἑαυτῷ διὰ τούτου τὸν δρόμον. οὐ μὴν ἀναλίσκει τὴν ἑαυτοῦ δύναμιν ἀταμιεύτως, τηρεῖ δὲ τοῦ διώκοντος τὴν ὁρμήν, καὶ ἐὰν μὲν νωθής, οὐ πᾶν ἀνῆκε τὸ ἑαυτοῦ τάχος, ἀλλά τι καὶ ἀνέστειλεν, ὡς προεκθεῖν μὲν τοῦ κυνός, οὐ μὴν ἀπαγορεῦσαι ὑπὸ τοῦ συντόνου τοῦ δρόμου αὐτός. οἶδε γὰρ ἀμείνων ὤν, καὶ ὁρᾷ ἐς τὸ μὴ ὑπερπονεῖσθαί οἱ τὸν καιρὸν ὄντα. ἐὰν δὲ καὶ κύων ὤκιστος, τηνικαῦτα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: