previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μελιττῶν δὲ ἐπίβουλοι καὶ ἐχθροὶ εἶεν ἂν ἐκεῖνοι, οἵ τε αἰγίθαλοι καλούμενοι καὶ τὰ τούτων νεόττια καὶ οἱ σφῆκες καὶ αἱ χελιδόνες καὶ οἱ ὄφεις καὶ αἱ φάλαγγες καὶ αἱ λύγγαι. καὶ αἳ μὲν δεδίασι ταῦτα, [p. 30] οἱ δ᾽ οὖν μελιττουργοὶ ἐλαύνουσιν αὐτὰ ἀπ᾽ αὐτῶν κόνυζαν ἐπιθυμιάσαντες χλωρὰν ἔτι μήκωνα πρὸ τῶν σίμβλων καταστήσαντες καταστρώσαντες. καὶ ταῦτα μὲν τοῖς ἄλλοις ἐχθρά ἐστι τοῖς προειρημένοις, σφηκῶν δὲ ἅλωσις ἐκείνη ἂν εἴη. κύρτον ἀπαρτῆσαι χρὴ πρὸ τῆς σφηκιᾶς καὶ ἐνθεῖναι αὐτῷ λεπτὴν μεμβράδα μαινίδα ὀλίγην καὶ σὺν τούτοις ἴωπα χαλκίδα: οἱ δὲ σφῆκες ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας ἑλκόμενοι, καλοῦντος αὐτοὺς τοῦ δελεάσματος, ἐσπίπτουσιν ἀθρόοι, καὶ περιλαβόντος αὐτοὺς τοῦ κύρτου οὐκ ἔστιν αὐτοῖς τὴν ὀπίσω οὐκέτι ἐκπτῆναι. καὶ οἱ σαῦροι δὲ ἐπιβουλεύουσι ταῖς μελίτταις καὶ οἱ κροκόδειλοι οἱ χερσαῖοι: ὄλεθρος δὲ καὶ τούτοις ἐπιτετέχνηται ἐκεῖνος. ἄλφιτα γὰρ ἐλλεβόρῳ δεύσαντες τιθυμάλλου ὀπῷ ὑποχέαντες μαλάχης χυλῷ διασπείρουσι πρὸ τῶν σίμβλων τὰ ἄλφιτα: ὅπερ οὖν ὄλεθρον φέρει τοῖς προειρημένοις ἀπογευσαμένοις αὐτῶν. ἐμβαλὼν δὲ ἐς τὴν λίμνην φλόμου φύλλα κάρυα ἀπώλεσε τοὺς γυρίνους τῶν μελιττῶν δεσπότης ῥᾷστα. αἱ δὲ φάλαγγες ἀπόλλυνται νύκτωρ, ἐνακμάζοντος λύχνου τεθέντος πρὸ τῶν σμηνῶν καὶ ἀγγείων ἐλαίου πεπληρωμένων τῷ λύχνῳ ὑποκειμένων: αἳ δὲ πρὸς τὴν αὐγὴν πετόμεναι ἐμπίπτουσιν ἐς τὸ ἔλαιον καὶ ἀπολώλασιν: ἑτέρως δὲ οὐκ ἂν αἱρεθεῖεν ῥᾷστα. οἱ δὲ αἰγίθαλοι ἀλφίτων οἴνῳ διαβραχέντων ἀπογευσάμενοι καρηβαροῦσιν, εἶτα πίπτουσι, καὶ κείμενοι σπαίρουσι, καὶ εἰσὶν αἱρεθῆναι γελοῖοι, ἀναπτῆναι μὲν σπεύδοντες, ἀρχὴν δὲ ἀναστῆναι μὴ δυνάμενοι. οἳ δὲ τὴν χελιδόνα αἰδοῖ τῆς μουσικῆς οὐκ ἀποκτείνουσι, καίτοι ῥᾳδίως ἂν αὐτὴν τοῦτο δράσαντες: ἀπόχρη δὲ αὐτοῖς [p. 31] κωλύειν τὴν χελιδόνα πλησίον τῶν σίμβλων καλιὰν ὑποπῆξαι. ἀπεχθάνονται δὲ ἄρα αἱ μέλιτται κακοσμίᾳ πάσῃ καὶ μύρῳ ὁμοίως, οὔτε τὸ δυσῶδες ὑπομένουσαι οὔτε ἀσπαζόμεναι τῆς εὐωδίας τὸ τεθρυμμένον, οἷα δήπου κόραι ἀστεῖαί τε καὶ σώφρονες τὸ μὲν βδελυττόμεναι τῆς δὲ ὑπερφρονοῦσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: