previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν περδίκων οἱ τοροί τε καὶ ᾠδικοὶ τῇ σφετέρᾳ θαρροῦσιν εὐγλωττίᾳ: καὶ οἱ μαχητικοὶ δὲ καὶ ἀγωνιστικοὶ καὶ ἐκεῖνοι πεπιστεύκασιν ὅτι μή εἰσιν ἄξιοι παρανάλωμα γενέσθαι τεθηραμένοι: καὶ διὰ ταῦτα ἁλισκόμενοι ἧττον πρὸς τοὺς θηρῶντας διαμάχονται ὑπὲρ τοῦ μὴ ἁλῶναι. οἱ δὲ ἄλλοι, καὶ ἔτι μᾶλλον οἱ Κιρραῖοι, συνεγνωκότες ἑαυτοῖς οὔτε ἀλκὴν ἀγαθοῖς οὔτε ᾄδειν, καλῶς δὲ διεγνωκότες ὅτι ἄρα ἁλόντες ἔσονται δεῖπνον τοῖς ᾑρηκόσι, παλαμῶνταί τινι σοφίᾳ φυσικῇ ἑαυτοὺς ἀβρώτους παρασκευάσαι: καὶ τῆς μὲν ἄλλης τροφῆς, ἥτις αὐτοὺς εὐφραίνει τε καὶ πιαίνει, ἀπέχονται, σκόροδα δὲ σιτοῦνται προθυμότατα. οἱ τοίνυν ταῦτα προμαθόντες ἐσπείσαντο πρὸς αὐτοὺς ἑκόντες ἀθηρίαν: ὅστις δὲ τῇ τούτων ἄγρᾳ οὐ προενέτυχε, συλλαβὼν καὶ καθεψήσας ἀπώλεσε καὶ τὸν χρόνον καὶ τὴν ἐπ᾽ αὐτοῖς σπουδήν, πονηροῦ κρέως πειραθείς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: