previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀσπασία Ἑρμοτίμου θυγάτηρ Φωκαῒς ἐτράφη ἐν ὀρφανίᾳ, τῆς μητρὸς αὐτῆς ἀποθανούσης ἐν ὠδῖσιν. ἐκ δὴ τούτων ἐν πενίᾳ μὲν ἐτράφη Ἀσπασία, σωφρόνως μέντοι καὶ καρτερῶς. ὄνειρος δὲ αὐτῇ συνεχῶς ἐπεφοίτα καὶ ἐμαντεύετο αὐτῇ χρηστά, τὴν μέλλουσαν αὐτῆς τύχην ὑπαινιττόμενος, ὅτι καλῷ καὶ ἀγαθῷ συνέσται ἀνδρί. παῖς δ᾽ ἔτι οὖσα, γίνεται αὐτῇ κατὰ τοῦ προσώπου φῦμα ὑπ᾽ αὐτὸ τὸ γένειον, καὶ ἦν ἰδεῖν μοχθηρὸν καὶ ἐλύπει τόν τε πατέρα καὶ τὴν παῖδα. δείκνυσιν οὖν αὐτὴν πατὴρ ἰατρῷ: δὲ ὑπέσχετο ἰάσασθαι, εἰ λάβοι τρεῖς στατῆρας. δὲ ἔφατο μὴ ἔχειν, δὲ ἰατρὸς μηδὲ αὐτὸς εὐπορεῖν φαρμάκου φησί. καὶ ἠνιᾶτο ὥσπερ εἰκὸς ἐπὶ τούτοις Ἀσπασία καὶ ἀπελθοῦσα ἔξω ἔκλαεν: ἔχουσα δ᾽ ἐν τοῖς γόνασι κάτοπτρον καὶ ὁρῶσα ἑαυτὴν ἐν αὐτῷ σφόδρα ἤλγει. ἀδείπνῳ δὲ οὔσῃ ὑπὸ τῆς ἀνίας ἀφίκετό οἱ εὖ μάλα εὔκαιρος ὕπνος, καὶ ἅμα τῷ ὕπνῳ περιστερὰ παραγίνεται, καὶ γενομένη γυνὴ ῾θάρρεἰ εἶπε ῾καὶ μακρὰν χαίρειν εἰποῦσα ἰατροῖς τε αὐτοῖς καὶ φαρμάκοις, σὺ δὲ τῶν τῆς Ἀφροδίτης στεφάνων τῶν ῥοδίνων ὅσοι ἂν ὦσιν ἤδη αὖοι τρίβουσα ἐπίπαττε τῷ φύματι.᾿ ταῦτα ἀκούσασα παῖς καὶ δράσασα, τὸ φῦμα ἠφανίσθη: καὶ Ἀσπασία καλλίστη τῶν συμπαρθένων ἦν αὖθις, παρὰ τῆς καλλίστης τῶν θεῶν τὴν ὥραν ἀπολαβοῦσα. καὶ χαρίτων μὲν ἀφθονίαν εἶχεν, ὡς οὐκ ἄλλη παρθένος τῶν τότε: ἦν δὲ καὶ τὴν κόμην ξανθὴ καὶ οὔλη τὰς τρίχας ἠρέμα, ὀφθαλμοὺς δὲ εἶχε μεγίστους, ὀλίγον δὲ ἦν καὶ ἐπίγρυπος, τὰ δὲ ὦτα εἶχε βραχύτατα. ἦν δὲ αὐτῇ καὶ δέρμα ἁπαλόν. [p. 118] ἐῴκει δὲ χρόα κατὰ τοῦ προσώπου ῥόδοις. διὰ ταῦτά τοι οἱ Φωκαεῖς ἔτι παιδίον οὖσαν ἐκάλουν Μιλτώ. ὑπέφαινε δὲ καὶ τὰ χείλη ἐρυθρά, καὶ οἱ ὀδόντες λευκότεροι χιόνος ἦσαν. ἦν δὲ καὶ τὰ σφυρὰ ἀγαθὴ καὶ οἵας Ὅμηρος λέγει τὰς ὡραιοτάτας γυναῖκας κατὰ τὴν ἑαυτοῦ φωνήν, καλλισφύρους ὀνομάζων. φώνημα δὲ εἶχεν ἡδὺ καὶ ἁπαλόν: εἶπεν ἄν τις λαλούσης αὐτῆς ἀκούειν Σειρῆνος. πολυπραγμοσύνης δὲ ἁπάσης γυναικείας καὶ περιεργίας ἀπήλλακτο. μὲν γὰρ πλοῦτος φιλεῖ χορηγεῖν καὶ τὰ τοιαῦτα, πενομένη δὲ ἐκείνη καὶ τρεφομένη ὑπὸ πατρὶ καὶ αὐτῷ πένητι περίεργον μὲν οὐδὲν οὐδὲ περιττὸν ἐς τὸ εἶδος ἠράνιζεν. ἀφίκετο δέ ποτε παρὰ Κῦρον τὸν Δαρείου καὶ Παρυσάτιδος Ἀσπασία τὸν ἀδελφὸν Ἀρταξέρξου, οὐχ ἑκοῦσα οὐδὲ ἑκόντος αὐτὴν τοῦ πατρὸς ἀποπέμψαντος, ἀλλὰ γὰρ πρὸς βίαν, οἷα πολλάκις ἀπήντησεν πόλεων ἁλουσῶν τυράννων βιασαμένων σατραπῶν. εἷς οὖν τῶν Κύρου σατραπῶν μετὰ καὶ ἄλλων παρθένων ἀνήγαγεν αὐτὴν πρὸς Κῦρον, καὶ τάχιστα τῶν ἄλλων παλλακίδων προετιμήθη διά τε ἤθους ἀφέλειαν καὶ τοῦ τρόπου τὸ αἰδῆμον καὶ ὅτι ἀπεριέργως καλὴ ἦν. συνεμάχετο δὲ πρὸς τὸ ὑπερφιλεῖσθαι καὶ ὅτι σύνεσιν εἶχε. πολλάκις γοῦν καὶ ὑπὲρ τῶν ἐπειγόντων ἐχρήσατο αὐτῇ συμβούλῳ Κῦρος, καὶ πεισθεὶς οὐ μετέγνω. ὡς δὲ ἦλθε τὸ πρῶτον πρὸς Κῦρον Ἀσπασία, ἔτυχε μὲν ἀπὸ δείπνου ὢν καὶ πίνειν ἔμελλε κατὰ τὸν τρόπον τὸν Περσικόν: μετὰ γὰρ τὸ ἐμπλησθῆναι τροφῆς οἱ Πέρσαι τῷ τε οἴνῳ καὶ ταῖς προπόσεσιν εὖ μάλα ἀποσχολάζουσιν, ὡς πρὸς ἀντίπαλον τὸν πότον ἀποδυόμενοι. μεσοῦντος οὖν τοῦ πότου τέτταρες παρθένοι παράγονται τῷ Κύρῳ Ἑλληνικαί, ἐν δὲ ταῖς καὶ Φωκαῒς Ἀσπασία ἦν. ἦσαν [p. 119] δὲ κάλλιστα διεσκευασμέναι: αἱ μὲν γὰρ τρεῖς ὑπὸ τῶν οἰκείων γυναικῶν, αἳ ἔτυχον αὐταῖς συνανελθοῦσαι, διαπεπλεγμέναι τε ἦσαν τὰς κόμας καὶ διαπεποικιλμέναι τὰ πρόσωπα ἐντρίψεσι καὶ φαρμάκοις. ἦσαν δὲ καὶ ὑπὸ τῶν τροφέων δεδιδαγμέναι ὅπως τε ὑποδραμεῖν χρὴ τὸν Κῦρον καὶ τίνα τρόπον θωπεῦσαι, καὶ προσιόντα μὴ ἀποστραφῆναι καὶ ἁπτομένου μὴ δυσχερᾶναι καὶ φιλοῦντος ὑπομεῖναι, ἑταιρικὰ εὖ μάλα μαθήματα καὶ διδάγματα καὶ γυναικῶν καπηλικῶς τῷ κάλλει χρωμένων ἔργα. ἔσπευδον οὖν ἄλλη ἄλλην ὑπερβαλέσθαι τῷ κάλλει. δὲ Ἀσπασία οὔτε ἐνδῦναι πολυτελῆ χιτῶνα ἐβούλετο, οὔτε περίβλημα περιβαλέσθαι ποικίλον ἠξίου, οὔτε λούσασθαι ὑπέμενεν, ἀνευφημήσασα δὲ θεοὺς πάντας ἐκάλει Ἑλληνίους καὶ Ἐλευθερίους τοὺς αὐτούς, καὶ τὸ τοῦ πατρὸς ὄνομα ἐβόα, καὶ κατηρᾶτο ἑαυτῇ καὶ τῷ πατρί, δουλείαν σαφῆ καὶ ὡμολογημένην ὑπομένειν πιστεύουσα τὴν ἔξω τῆς συνηθείας περὶ τὸ σῶμα στολήν τε ἅμα καὶ περίεργον κατασκευήν. ῥαπισθεῖσα δὲ πρὸς ἀνάγκην ἐνέδυ, καὶ εἶκε τοῖς ἐπιτάγμασιν, ἀλγοῦσα ὅμως ὅτι οὐ παρθενικὰ ἀλλ᾽ ἑταιρικὰ πράττειν ἐβιάζετο. αἱ μὲν οὖν ἄλλαι παρελθοῦσαι ἀντέβλεπον τῷ Κύρῳ καὶ ὑπεμειδίων καὶ φαιδρότητα προσεποιοῦντο: γε μὴν Ἀσπασία ἑώρα κάτω, καὶ ἐρυθημάτων εὖ μάλα φλογωδῶν ἐνεπίμπλατο αὐτῆς τὸ πρόσωπον, καὶ ἐπεπλήρωντο οἱ ὀφθαλμοὶ δακρύων, καὶ ἐκ παντὸς τοῦ τρόπου δήλη ἦν αἰδουμένη. ἐπεὶ δὲ ἐκέλευσε πλησίον αὑτοῦ τὰς ἀνθρώπους καθίσαι, αἳ μὲν ἐπείσθησαν καὶ πάνυ εὐκόλως, δὲ Φωκαῒς τῷ προστάγματι οὐδὲν προσεῖχεν, ἕως αὐτὴν ἀγαγὼν σατράπης πρὸς βίαν ἐκάθισεν. ἁπτομένου δὲ τοῦ Κύρου καὶ διασκοποῦντος τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τὰς παρειὰς καὶ [p. 120] τοὺς δακτύλους, αἳ μὲν ἠνείχοντο, δὲ οὐχ ὑπέμενεν: ἄκρᾳ γὰρ τῇ χειρὶ μόνον τοῦ Κύρου προσαψαμένου ἐξεβόησέ τε καὶ ἔφατο αὐτὸν οἰμώξεσθαι τοιαῦτα δρῶντα. ὑπερήσθη τούτοις Κῦρος. ἐπανισταμένης τε αὐτῆς καὶ πειρωμένης φεύγειν, ἐπεὶ καὶ τῶν μαζῶν προσήψατο, ἀλλὰ ἐνταῦθα μὲν ὑπερηγάσθη τὴν εὐγένειαν οὐ Περσικῶς τοῦ Δαρείου, ἀλλὰ καὶ ἀποβλέψας πρὸς τὸν ἀγοραστὴν ῾ταύτην μόνην᾽ ἔφη ῾ἐλευθέραν καὶ ἀδιάφθορον ἤγαγες: αἱ δὲ λοιπαὶ καπηλικῶς ἔχουσι καὶ τοῦ εἴδους καὶ ἔτι μᾶλλον τοῦ τρόπου.᾿ ἐκ δὴ τούτων Κῦρος πλέον ταύτην ἠγάπησεν αἷς ὡμίλησέ ποτε ἀνθρώποις. χρόνῳ δὲ ὕστερον ὑπερηράσθη μὲν ταύτης Κῦρος, ἀντηρᾶτο δὲ καὶ ὑπ᾽ ἐκείνης, καὶ ἐς τοσοῦτον ἀμφοῖν φιλία προῆλθεν, ὡς ἐγγὺς ἰσοτιμίας εἶναι καὶ μὴ ἀπᾴδειν Ἑλληνικοῦ γάμου ὁμονοίας τε καὶ σωφροσύνης. ἀφίκετο οὖν τοῦ ἐς Ἀσπασίαν ἔρωτος καὶ ἐς Ἰωνίαν τὸ κλέος καὶ ἐς τὴν Ἑλλάδα πᾶσαν. ἐπεπλήρωτο δὲ καὶ Πελοπόννησος τῶν ὑπὲρ Κύρου τε καὶ ἐκείνης λόγων, ἀλλὰ καὶ ἐς βασιλέα τὸν μέγαν ἧκεν δόξα: ἐπεπίστευτο γὰρ δὴ ὅτι γυναικὸς ἄλλης μετ᾽ αὐτὴν οὐκ ἠξίου πειραθῆναι Κῦρος. ἐκ δὴ τούτων ἐσῄει τὴν Ἀσπασίαν μνήμη τῶν ἀρχαίων φασμάτων, περιστερᾶς τε ἐκείνης καὶ τῶν ἐξ αὐτῆς λόγων καὶ ὅσα προεῖπεν θεός: καὶ ἐπίστευεν αὐτὴν ἐξ ἀρχῆς μελεδωνὸν αὐτῆς γεγονέναι, καὶ ἔθυε τῇ Ἀφροδίτῃ τελεστήρια καὶ χαριστήρια. πρῶτον μὲν οὖν εἴδωλον χρυσοῦν ἀρκούντως μεγέθους ἔχον αὐτῇ κατεσκεύασεν. ἐνενοεῖτο δὲ τὸ ἄγαλμα τοῦτο Ἀφροδίτης εἷναι, καὶ πελειάδα αὐτῇ παρέστησε λιθοκόλλητον: καὶ ἀνὰ πᾶσαν ἡμέραν θυσίαις τε ἱλεοῦτο καὶ εὐφημίαις. ἀπέπεμψε δὲ καὶ Ἑρμοτίμῳ τῷ πατρὶ δῶρα πολλὰ καὶ [p. 121] καλά, καὶ πλούσιον αὐτὸν ἀπέφηνε. σωφροσύνῃ τε διέζη, ὡς αἱ Ἑλληνίδες γυναῖκες λέγουσι καὶ αἱ Περσίδες. ὅρμος ἐκομίσθη ποτὲ Κύρῳ ἐκ Θετταλίας, πεμψαντος τὸν ὅρμον Σκόπα τοῦ νεωτέρου: τῷ δὲ Σκόπᾳ ἐκεκόμιστο ἐκ Σικελίας τὸ δῶρον, ἐδόκει δὲ ὅρμος θαυμαστῇ τινι τέχνῃ καὶ ποικιλίᾳ ἐξειργάσθαι. πάντων οὖν, οἷς ἔδειξεν αὐτὸν Κῦρος, θαυμαζόντων, ὑπερησθεὶς τῷ κειμηλίῳ, παραχρῆμα ἐς Ἀσπασίας ἀφίκετο, μεσούσης ἡμέρας, καὶ καταλαβὼν αὐτὴν καθεύδουσαν, ὑποδὺς ὑπὸ θοιμάτιον καὶ παρακλιθεὶς ἠρέμα, ἀψοφητὶ ἔμενεν αὐτὸς μὲν ἀτρεμῶν: ἐκείνη δὲ ἐκάθευδεν. ἐπεὶ δὲ διυπνίσθη καὶ ἐθεάσατο τὸν Κῦρον, περιπλακεῖσα αὐτῷ κατὰ τὸν συνήθη τρόπον ἐφιλοφρονεῖτο αὐτόν. δὲ ἐξελὼν ἐκ τοῦ κιβωτίου τὸν ὅρμον ἔδειξεν, ἐπειπὼν ὅτι ἄξιός ἐστιν οὗτος θυγατρὸς βασιλέως μητρός. τῆς δὲ ὁμολογούσης ῾ἰδοὺ τοίνυν᾽ φησὶν ῾δίδωμί σοι αὐτὸν ἔχειν κτῆμα: καί μοι ὡς ἔχεις περιθεμένη δεῖξον τὸν τράχηλον.᾿ δὲ οὐχ ἡττήθη τοῦ δώρου, ἀλλ᾽ εὖ μάλα σοφῶς καὶ πεπαιδευμένως ἀπεκρίνατο ῾καὶ πῶσ᾽ ἔφη ῾τολμήσω Παρυσάτιδος δῶρον ἄξιον τῆς τεκούσης σε περιθέσθαι αὐτή; ἀλλὰ τοῦτον μὲν ἀπόπεμψον ἐκείνῃ, Κῦρε: ἐγὼ δέ σοι καὶ ἄνευ τούτου παρέξω καλὸν τὸν τράχηλον.᾿ Ἀσπασία μὲν οὖν μεγαλοφρόνως καὶ ὑπὲρ τὰς γυναῖκας βασιλικῶς τὰ ἐναντία ἔδρασεν ἤπερ εἰώθασι γυναῖκες δρᾶν: φιλόκοσμοι γάρ εἰσι δεινῶς: δὲ Κῦρος ἡσθεὶς τῇ ἀποκρίσει τὴν μὲν Ἀσπασίαν κατεφίλησεν, αὐτὰ δὲ ἕκαστα καὶ τῶν πραχθέντων καὶ τῶν λεχθέντων ἐς ἐπιστολὴν ἐγγράψας ἀπέπεμψε πρὸς τὴν μητέρα σὺν τῷ ὅρμῳ. καὶ Παρύσατις λαβοῦσα τὸ δῶρον οὐδὲν ἔλαττον ἥσθη τοῖς ἐπεσταλμένοις τῷ χρυσῷ: καὶ ὑπὲρ τούτων ἠμείψατο τὴν Ἀπασίαν μεγάλοις δώροις [p. 122] καὶ βασιλικοῖς: ηὔφρανε γὰρ αὐτὴν μάλιστα ἐκεῖνο, ὅτι καίτοι πάνυ σφόδρα εὐδοκιμοῦσα παρὰ τῷ παιδὶ αὐτῆς Ἀσπασία, ὅμως ἐν τῷ φιλεῖσθαι ὑπὸ Κύρου ἐβούλετο τῆς Κῦρον τεκούσης ἡττᾶσθαι. ἐπῄνεσε μὲν οὖν Ἀσπασία τὰ δῶρα, οὐ μὴν ἔφατο αὐτῶν δεῖσθαι, ἐπεὶ καὶ χρήματα ἧκεν αὐτῇ μετὰ τῶν δώρων πάμπολλα: ἀπέστειλε δὲ Κύρῳ, ἐπειποῦσα ῾πολλοὺς ἀνθρώπων τρέφοντί σοι γένοιτο ἂν ταῦτα λυσιτελῆ: ἐμοὶ δὲ σὺ ἀρκεῖς φιλούμενος, καὶ κόσμος μοι εἶ σύ.᾿ καὶ ἐκ τούτων οὖν ὥσπερ εἰκὸς τὸν Κῦρον ἐξέπληξε, καὶ ἀναμφιλόγως ἐθαυμάζετο ἥδε γυνὴ καὶ διὰ τὸ κάλλος τὸ τοῦ σώματος καὶ ἔτι μᾶλλον διὰ τὴν εὐγένειαν τῆς ψυχῆς. ὅτε δὲ ἀνῃρέθη Κῦρος ἐν τῇ πρὸς τὸν ἀδελφόν μάχῃ, καὶ ἑάλω τὸ στρατόπεδον τοῦ Κύρου, μετὰ καὶ τῶν ἄλλων λαφύρων καὶ αὐτὴ ἑάλω, οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν ἐμπεσοῦσα ἐς τοὺς πολεμίους, ἀλλ᾽ ἀνεζήτησεν αὐτὴν σὺν πολλῇ τῇ φροντίδι βασιλεὺς Ἀρταξέρξης: ᾔδει γὰρ αὐτῆς τὸ κλέος καὶ τὴν ἀρετήν. ἐπεὶ δὲ αὐτὴν ἤγαγον δεδεμένην, ἠγανάκτει καὶ τοὺς μὲν τοῦτο δράσαντας ἐς δεσμωτήριον ἐνέβαλε, προσέταξε δὲ αὐτῇ δοθῆναι κόσμον πολυτελῆ. δὲ ἄκουσα καὶ ποτνιωμένη καὶ δακρύουσα ἐπὶ πολλοῖς ἐβιάσθη τὴν ἐκ βασιλέως στολὴν ἐνδῦναι: ἐθρήνει γὰρ ἰσχυρῶς τὸν Κῦρον: ἐνδῦσα δὲ ἐφάνη καλλίστη γυναικῶν, καὶ παραχρῆμα Ἀρταξέρξης ἐφλέγετο καὶ κατετήκετο, καὶ πρώτην γε τῶν γυναικῶν ἦγε, καὶ ἐς ὑπερβολὴν ἐτίμα δι᾽ ὧν ἔσπευδεν αὐτῇ χαρίζεσθαι, θαρρῶν ὅτι Κύρου μὲν ἀναπείσει ἐπιλαθέσθαι αὐτήν, διδάξει δ᾽ αὐτὸν φιλεῖν οὐδὲν ἐκείνου ἧττον. καὶ ἔτυχε μὲν τῆς ἐλπίδος, ὀψὲ δὲ καὶ βραδέως: δεινὴ γὰρ ἐς Κῦρον εὔνοια ἐντακεῖσα τῇ Ἀσπασίᾳ δυσέκνιπτον ὡς ὅτι μάλιστα τὸ φίλτρον [p. 123] ἐνείργαστο αὐτῇ. χρόνῳ δὲ ὕστερον Τιριδάτης εὐνοῦχος ἀποθνήσκει, κάλλιστος τῶν ἐν τῇ Ἀσίᾳ καὶ ὡραιότατος γενόμενος: κατέστρεψε δὲ ἄρα οὗτος τὸν βίον μειρακιούμενος καὶ ἐκ τῆς παιδικῆς ἡλικίας ἀνατρέχων, ἐλέγετο δὲ αὐτοῦ ἐρᾶν βασιλεὺς ἀνδρειότατα. ἐκ δὴ τούτων ἐπένθει βαρύτατα καὶ δριμύτατα ἤλγει, καὶ δημοσίᾳ κατὰ πᾶσαν τὴν Ἀσίαν πένθος ἦν, χαριζομένων ἁπάντων βασιλεῖ τοῦτο. ἐτόλμα τε οὐδεὶς αὐτῷ προσελθεῖν οὐδὲ παραμυθήσασθαι: καὶ γὰρ ἐπίστευον ἀνιάτως αὐτὸν ἔχειν ἐπὶ τῷ συμβεβηκότι πάθει. τριῶν δὲ ἡμερῶν διελθουσῶν στολὴν ἀναλαβοῦσα Ἀσπασία πενθικήν, ἀπιόντος τοῦ βασιλέως ἐπὶ λουτρόν, ἔστη δακρύουσα καὶ ὁρῶσα ἐς γῆν: δὲ ἰδὼν αὐτὴν ἐξεπλάγη καὶ ἤρετο τὴν αἰτίαν τῆς ἀφίξεως. καὶ ἐκείνη φησὶ ῾λυπούμενόν σε, βασιλεῦ, καὶ ἀλγοῦντα ἀφῖγμαι παραμυθήσασθαι, εἴ σοι βουλομένῳ ἐστίν: εἰ δὲ χαλεπαίνεις, ἀπαλλάττομαι ὀπίσω.᾿ ὑπερήσθη τῇ κηδεμονίᾳ Πέρσης, καὶ προσέταξεν ἐς τὸν θάλαμον ἀνελθοῦσαν ἀναμεῖναι αὐτόν: δὲ ἔδρασε ταῦτα. ἐπεὶ δὲ ἐπανῆλθε, τὴν τοῦ εὐνούχου στολὴν ἐπὶ τῇ μελαίνῃ περιῆψε τῇ Ἀσπασίᾳ: καί πως ἔπρεψεν αὐτῇ καὶ τὰ τοῦ μειρακίου, καὶ ἔτι μᾶλλον τὰ τῆς ὥρας αὐτῇ πρὸς τὸν ἐραστὴν ἐξέλαμψεν. ἐπεὶ δὲ ἅπαξ ἐχειρώθη τούτοις ἐκεῖνος, ἠξίωσεν αὐτήν, ἔστ᾽ ἂν ἀπομαρανθῇ τοῦ πένθους αὐτῷ ἀκμή, οὕτως ἐσταλμένην ὡς αὐτὸν παριέναι αὐτήν. καὶ ἐκείνη χαριζομένη ἐπείσθη αὐτῷ: καὶ μόνη τῶν κατὰ τὴν Ἀσίαν οὐ γυναικῶν μόνον φασὶν ἀλλὰ καὶ τῶν τοῦ βασιλέως υἱῶν καὶ τῶν συγγενῶν παρεμυθήσατο Ἀρταξέρξην, καὶ τὸ ἐκ τῆς λύπης ἰάσατο πάθος, εἴξαντος τοῦ βασιλέως τῇ κηδεμονίᾳ καὶ τῇ παραμυθίᾳ πεισθέντος συνετῶς. [p. 124]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: