previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[80] δὲ Μαγκῖνος τοῖς Νομαντίνοις συμβαλὼν ἡττᾶτό τε πολλάκις, καὶ τέλος ἀναιρουμένων πολλῶν ἐς τὸ στρατόπεδον ἔφυγεν. λόγου δὲ ψευδοῦς ἐμπεσόντος ὅτι Νομαντίνοις ἔρχονται βοηθοῦντες Κάνταβροί τε καὶ Οὐακκαῖοι, δείσας ἄπυρον τὴν νύκτα διήγαγεν ὅλην ἐν σκότῳ, φεύγων ἐς ἔρημον τὸ Νωβελίωνός ποτε χαράκωμα. καὶ μεθ᾽ ἡμέραν ἐς αὐτὸ συγκλεισθεὶς οὔτε κατεσκευασμένον οὔτε ὠχυρωμένον, περισχόντων αὐτὸν τῶν Νομαντίνων, καὶ πάντας ἀποκτενεῖν ἀπειλούντων εἰ μὴ συνθοῖτο εἰρήνην, συνέθετο ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ Ῥωμαίοις καὶ Νομαντίνοις. καὶ μὲν ἐπὶ τούτοις ὤμνυε τοῖς Νομαντίνοις, οἱ δ᾽ ἐν ἄστει πυθόμενοι χαλεπῶς ἔφερον ὡς ἐπὶ αἰσχίσταις πάνυ σπονδαῖς, καὶ τὸν ἕτερον τῶν ὑπάτων Αἰμίλιον Λέπιδον ἐς Ἰβηρίαν ἐξέπεμπον, Μαγκῖνον δ᾽ ἀνεκάλουν ἐς κρίσιν. καὶ τῷδε μὲν ἕσποντο πρέσβεις Νομαντίνων: δὲ Αἰμίλιος, ἀναμένων καὶ ὅδε τὰς ἐκ Ῥώμης ἀποκρίσεις, καὶ τὴν ἀργίαν οὐ φέρων ῾ὡς γὰρ ἐπὶ δόξαν κέρδος θριάμβου φιλοτιμίαν ἐξῄεσάν τινες ἐς τὰς στρατηγίας, οὐκ ἐπὶ τὸ τῇ πόλει συμφέρον̓, Οὐακκαίων κατεψεύδετο ὡς ἀγορὰν ἐν τῷδε τῷ πολέμῳ Νομαντίνοις παρασχόντων, καὶ τὴν γῆν αὐτῶν κατέτρεχε, Παλλαντίαν τε πόλιν, μεγίστη Οὐακκαίων ἐστίν, οὐδὲν ἐξαμαρτοῦσαν ἐς τὰ συγκείμενα ἐπολιόρκει, καὶ Βροῦτον ἐφ᾽ ἕτερα τῆς Ἰβηρίας ἀπεσταλμένον, ὥς μοι προείρηται, κηδεστὴν ὄντα οἱ τοῦδε τοῦ ἔργου μετασχεῖν ἔπεισεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: