[36]
ὁ δὲ ὁρῶν τὸ μέγεθος τοῦ πολεμου, Ἀσδρούβαν αὐτοὺς ἐκέλευε σὺν τῇ παρούσῃ δυνάμει καλεῖν. Ἀσδρούβας μὲν δὴ τῆς καταδίκης αὐτῷ λυθείσης παρεδίδου τὸν στρατὸν Ἀννίβᾳ, καὶ οὐδ᾽ ὣς ἐπιφαίνεσθαι τοῖς Καρχηδονίοις ἐθάρρει, ἀλλ᾽ ἐκρύπτετο ἐν τῇ πόλει: Σκιπίων δὲ ναῦς τῇ Καρχηδόνι ἐπιστήσας εἶργεν αὐτοὺς ἀγορᾶς ἀπὸ θαλάσσης, οὐκ εὐποροῦντας οὐδ᾽ ἀπὸ τῆς γῆς ἀσπόρου διὰ τὸν πόλεμον γενομένης. τῶν δ᾽ αὐτῶν ἡμερῶν Ἀννίβου καὶ Σκιπίωνος ἱππομαχία γίγνεται περὶ Ζάμαν, ἐν ᾗ Σκιπίων ἐπλεονέκτει: καὶ ταῖς ἐπιούσαις ἀκροβολίσματα ἦν ἐς ἀλλήλους, ἕως αἰσθόμενος ὁ Σκιπίων Ἀννίβαν ἰσχυρῶς τε ἀπορούμενον καὶ περιμένοντα ἀγορὰν φερομένην, νυκτὸς ἔπεμψε Θέρμον χιλίαρχον ἐπὶ τοὺς ἄγοντας αὐτήν. καὶ λόφον ὁ Θέρμος ἐν στενῇ διόδῳ καταλαβών, ἔκτεινε τῶν Λιβύων ἐς τετρακισχιλίους καὶ ἐζώγρησεν ἑτέρους τοσούσδε, καὶ τὴν ἀγορὰν ἧκε φέρων τῷ Σκιπίωνι.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

