previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] χρόνῳ δ᾽ ὕστερον Ἀττάλῳ τι χαλεπήνας, τῷ Βασιλεῖ τῆς Ἀσίας τῆς περὶ τὸ Πέργαμον, τὴν γῆν ἐδῄου τὴν Ἀσιάδα. μαθοῦσα δ᾽ Ῥωμαίων βουλὴ προσέπεμπε τῷ Προυσίᾳ μὴ πολεμεῖν Ἀττάλῳ, φίλῳ Ῥωμαίων ὄντι καὶ συμμάχῳ. καὶ δυσπειθῶς ἔτι ἔχοντι οἱ πρέσβεις μετ᾽ ἀνατάσεως προσέτασσον πείθεσθαι τοῖς ὑπὸ τῆς συγκλήτου λεγομένοις, καὶ ἥκειν μετὰ χιλίων ἱππέων ἔς τι μεθόριον ἐπὶ συνθήκαις, ἔνθα καὶ τὸν Ἄτταλον ἔφασαν περιμένειν μετὰ τοσῶνδε ἑτέρων. δ᾽ ὡς ὀλίγων τῶν σὺν Ἀττάλῳ καταφρονήσας, καὶ ἐλπίσας αὐτὸν ἐνεδρεύσειν, προύπεμπε τοὺς πρέσβεις ὡς μετὰ χιλίων ἑπόμενος, πάντα δ᾽ ἀναστήσας τὸν στρατὸν ἦγεν ὡς ἐς μάχην. Ἀττάλου δὲ καὶ τῶν πρέσβεων αἰσθομένων τε καὶ διαφυγόντων δυνατὸς αὐτῶν ἐγίγνετο ἕκαστος, δὲ καὶ τῶν σκευοφόρων τῶν Ῥωμαϊκῶν ὑπολειφθέντων ἥπτετο, καὶ χωρίον τι Νικηφόριον ἐξελὼν κατέσκαπτε, καὶ τοὺς ἐν αὐτῷ νεὼς ἐνεπίμπρη, Ἄτταλόν τε ἐς τὸ Πέργαμον συμφυγόντα ἐπολιόρκει, μέχρι καὶ τῶνδε οἱ Ῥωμαῖοι πυθόμενοι πρέσβεις ἑτέρους ἔπεμπον, οἳ τὸν Προυσίαν ἐκέλευον Ἀττάλῳ τὰς βλάβας ἀποτῖσαι. τότε οὖν καταπλαγεὶς Προυσίας ὑπήκουσε καὶ ἀνεχώρει. ποινὴν δὲ τῶν πρέσβεων ὁρισάντων αὐτὸν ἐσενεγκεῖν Ἀττάλῳ ναῦς καταφράκτους εἴκοσιν αὐτίκα καὶ ἀργυρίου σὺν χρόνῳ τάλαντα πεντακόσια, τάς τε ναῦς ἔδωκε καὶ τὰ χρήματα ἐν τῷ χρόνῳ συνέφερεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: