previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἦν δὲ παράδεισος πάγκαλόν τι χρῆμα καὶ κατὰ τοὺς βασιλικούς. Ἐξετέτατο μὲν εἰς σταδίου μῆκος, ἐπέκειτο δὲ ἐν χώρῳ μετεώρῳ, τὸ εὖρος ἔχων πλέθρων τεττάρων. [2] Εἴκασεν ἄν τις αὐτὸν πεδίῳ μακρῷ. Εἶχε δὲ πάντα δένδρα, μηλέας, μυρρίνας, ὄχνας καὶ ῥοιὰς καὶ συκῆν καὶ ἐλαίας: ἑτέρωθι ἄμπελον ὑψηλήν: καὶ ἐπέκειτο ταῖς μηλέαις καὶ ταῖς ὄχναις περκάζουσα, καθάπερ περὶ τοῦ καρποῦ αὐταῖς προσερίζουσα. [3] Τοσαῦτα τὰ ἥμερα. Ἦσαν δὲ καὶ κυπάριττοι καὶ δάφναι καὶ πλάτανοι καὶ πίτυς. Ταύταις πάσαις ἀντὶ τῆς ἀμπέλου κιττὸς ἐπέκειτο: καὶ κόρυμβος αὐτοῦ μέγας ὢν καὶ μελαινόμενος βότρυν ἐμιμεῖτο. [4] Ἔνδον ἦν τὰ καρποφόρα φυτά, καθάπερ φρουρούμενα: ἔξωθεν περιειστήκει τὰ ἄκαρπα, καθάπερ θριγκὸς χειροποίητος: ταῦτα μέντοι λεπτῆς αἱμασιᾶς περιέθει περίβολος. [5] Ἐτέτμητο καὶ διακέκριτο πάντα καὶ στέλεχος στελέχους ἀφειστήκει, ἐν μετεώρῳ δὲ οἱ κλάδοι συνέπιπτον ἀλλήλοις καὶ ἐπήλλαττον τὰς κόμας: ἐδόκει μέντοι καὶ τούτων φύσις εἶναι τέχνη. [6] Ἦσαν καὶ ἀνθῶν πρασιαί, ὧν τὰ μὲν ἔφερεν γῆ, τὰ δὲ ἐποίει τέχυη: ῥοδωνιὰ καὶ ὑάκινθοι καὶ κρίνα χειρὸς ἔργα: ἰωνιὰς καὶ ναρκίσσους καὶ ἀναγαλλίδας ἔφερεν γῆ. Σκιά τε ἦν θέρους καὶ ἦρος ἄνθη καὶ μετοπώρου ὀπώρα καὶ κατὰ πᾶσαν ὥραν τρυφή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: