previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


11.

τιμωρητέον δὲ τοιόνδε τι μέρος τῷ ἐναντίῳ λόγῳ: μεταβολὴ τῆς διαίτης τουτέοισιν ἐγένετο, οὐ μεταβάλλοντος τοῦ σώματος οὔτε ἐπὶ τὴν Ρ῾ώμην, ὥστε προσθέσθαι δεῖν σιτία, οὔτε ἐπὶ τὴν ἀῤΡ῾ωστίην, ὥστε ἀφαιρεθῆναι: προστεκμαρτέα δὴ καὶ ἰσχὺς καὶ τρόπος τοῦ νουσήματος

ἑκάστου, καὶ τῆς φύσιος τοῦ ἀνθρώπου, καὶ τοῦ ἔθεος τῆς διαίτης τοῦ κάμνοντος, οὐ μοῦνον σιτίων, ἀλλὰ καὶ ποτῶν.

πολλῷ δὲ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον: ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκέειν μέλλει κάμνων, μέχρις ἂν τῆς νούσου ἀκμὴ πεπανθῇ: ἐν ὁκοίοισι δὲ τὸ τοιόνδε ποιητέον γεγράψεται.

πολλὰ δ᾽ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι γράφοι: τὸ δέ γε μὴν κρέσσον μαρτύριον: οὐ γὰρ ἠδελφισμένον ἐστὶ τῷ πρήγματι, περὶ οὗ μοι πλεῖστος λόγος εἴρηται, ἀλλ᾽ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον: οἱ γὰρ ἀρχόμενοι τῶν ὀξέων νουσημάτων ἔστιν ὅτε οἱ μὲν σιτία ἔφαγον

αὐθημερὸν ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐῤΡ῾όφεον τὸ προστυχὸν, οἱ δὲ καὶ κυκεῶνα ἐῤΡ῾όφεον: ἅπαντα δὲ ταῦτα κακίω μέν ἐστιν εἰ ἑτεροίως τις διαιτηθείη: πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τουτέῳ τῷ χρόνῳ ἁμαρτηθέντα, εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ἐὼν τοιάδε διαιτηθείη, καὶ πεμπταῖος: ἔτι μέντοι κάκιον, εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας, ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν πέπειρον γενέσθαι τὴν νοῦσον: οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ παντάπασιν εὐήθης νοῦσος εἴη.

αἱ δὲ κατ᾽ ἀρχὰς ἁμα άδες οὐχ ὁμοίως ταύτῃσιν ἀνήκεστοί εἰσιν, ἀλλὰ πολλῷ εὐακεστότ εραι.

τοῦτο οὖν ἡγεῦμαι μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι τοῦ Ρ῾οφήματος τοίου τοίου

τοῖσι μέλλουσιν ὀλίγον ὕστερον Ρ῾οφήμασιν τοίοισιν τοίοισι χρέεσθαι.

Πυθμενόθεν μὲν οὖν οὐκ ἴσασιν οὔθ᾽ οἱ τῇσι κριθώδεσι πτισάνῃσι χρεόμενοι, ὅτι αὐτέῃσι κακοῦνται, ὁκόταν Ρ῾οφέειν ἄρξωνται, ἢν προκενεαγγήσωσι δύο τρεῖς ἡμέρας πλείους, οὔτ᾽ αὖ οἱ τῷ χυλῷ χρεόμενοι γιγνώσκουσιν ὅτι αὐτέῃσι βλάπτονται Ρ῾οφέοντες, ὅταν μὴ ὀρθῶς ἄρξωνται τοῦ Ρ῾οφήματος.

τόδε γε μὴν καὶ φυλάσσουσι καὶ γιγνώσκουσιν, ὅτι μεγάλην τὴν βλάβην φέρει, ἢν, πρὶν πέπειρον τὴν νοῦσον γενέσθαι, κριθώδεα πτισάνην Ρ῾οφήσῃ κάμνων, εἰθισμένος χυλῷ χρέεσθαι.

πάντα οὖν ταῦτα μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶς ἄγουσιν ἐς τὰ διαιτήματα

οἱ ἰητροὶ τοὺς κάμνοντας: ἀλλ᾽ ἐν ᾗσί τε νούσοισιν οὐ χρὴ κενεαγγέειν τοὺς μέλλοντας Ρ῾οφήμασι διαιτᾶσθαι, κενεαγγέουσιν: ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης ἐς Ρ῾οφήματα, ἐν ταύτῃσι μεταβάλλουσι: καὶ ὡς ἐπιτοπολὺ ἀπαρτὶ ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν ἐς

τὰ Ρ῾οφήματα ἐκ τῆς κενεαγγείης, ἐν οἷσι πολλάκις ἀρήγει ἐκ τῶν Ρ῾οφημάτων πλησιάζειν τῇ κενεαγγείῃ, ἢν οὕτω τύχῃ παροξυνομένη νοῦσος.

ἐνίοτε δὲ καὶ ὠμὰ ἐπισπῶνται ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ περὶ τὸν θώρηκα τόπου χολώδεα: ἀγρυπνίαι τε ξυνεμπίπτουσιν αὐτέοισι, δι᾽ ἃς οὐ πέσσεται νοῦσος, περίλυποί τε καὶ πικροὶ γίγνονται, καὶ παραφρονέουσι, καὶ μαρμαρυγώδεα σφέων τὰ ὄμματα, καὶ αἱ ἀκοαὶ

ἤχου μεσταὶ, καὶ τὰ ἀκρωτήρια κατεψυγμένα, καὶ οὖρα ἄπεπτα, καὶ πτύσματα λεπτὰ καὶ ἁλυκὰ καὶ κεχρωσμένα ἀκρήτῳ χρώματι σμικρὰ, καὶ ἱδρῶτες περὶ τὸν τράχηλον, καὶ διαπορήματα, καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ πυκνὸν μέγα λίην, ὀφρύες δεινώσιος μετέχουσαι, λειποψυχώδεα πονηρὰ, καὶ τῶν ἱματίων ἀποῤΡ῾ίψιες ἀπὸ τοῦ στήθεος, καὶ χεῖρες τρομώδεες, ἐνίοτε δὲ καὶ χεῖλος τὸ κάτω σείεται.

ταῦτα δὲ ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης δηλωτικά ἐστι σφοδρῆς, καὶ ὡς ἐπιτοπολὺ ἀποθνήσκουσιν: οἱ δὲ διαφεύγοντες, μετὰ ἀποστήματος, αἵματος Ρ῾ύσιος ἐκ τῆς Ρ῾ινὸς, πῦον παχὺ πτύσαντες διαφεύγουσιν, ἄλλως δὲ οὔ.

οὐδὲ γὰρ τῶν τοιουτέων ὁρέω ἐμπείρους

τοὺς ἰητροὺς, ὡς χρὴ διαγιγνώσκειν τὰς ἀσθενείας ἐν τῇσι νούσοισιν, αἵ τε διὰ κενεαγγείην ἀσθενεῦνται, αἵ τε δι᾽ ἄλλον τινὰ ἐρεθισμὸν, αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητος τῆς νούσου, ὁκόσα τε ἡμέων φύσις καὶ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα: καίτοι σωτηρίην θάνατον φέρει γιγνωσκόμενα ἀγνοούμενα τὰ τοιαῦτα.

μέζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆς νούσου ἀσθενέοντι προσφέρῃ τις ποτὸν Ρ῾όφημα πλεῖον σιτίον, οἰόμενος διὰ κενεαγγείην ἀσθενέειν.

ἀεικὲς δὲ καὶ διὰ κενεαγγείην ἀσθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ: φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἁμαρτὰς, πολλῷ δὲ ἥσσονα τῆς ἑτέρης: καταγελαστοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἁμαρτὰς τῆς ἑτέρης: εἰ γὰρ ἄλλος ἰητρὸς καὶ ἰδιώτης

ἐσελθὼν, καὶ γνοὺς τὰ ξυμβεβηκότα, δῴη καὶ φαγεῖν καὶ πιεῖν, ἕτερος ἐκώλυεν, ἐπιδήλως ἂν δοκοίη ὠφεληκέναι.

τὰ δὲ τοιαῦτα μάλιστα καθυβρίζεται τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων: δοκέει γὰρ αὐτέοισιν ἐσελθὼν ἰητρὸς ἰδιώτης ὡσπερεὶ τεθνεῶτα ἀναστῆσαι.

γεγράψεται οὖν καὶ περὶ τουτέου σημήϊα οἷσι δεῖ ἕκαστα τουτέων διαγιγνώσκειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: