previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ δὲ Νεάρχῳ τε καὶ Πυθαγόρᾳ περὶ τοῦ Ἀκεσίνου ποταμοῦ εἰρημένα, ὡς ἐσβάλλει μὲν ἐς τὸν Ἰνδὸν οὗτος, τρέφει δὲ ὄφεις ἑβδομήκοντα πηχῶν μῆκος, τοιαῦτα εἶναί φασιν, ὁποῖα εἴρηται, καὶ ἀνακείσθω μοι λόγος ἐς τοὺς δράκοντας, ὧν Δάμις ἀφηγεῖται τὴν θήραν. ἀφικόμενοι δὲ ἐπὶ τὸν Ἰνδὸν καὶ πρὸς διαβάσει τοῦ ποταμοῦ ὄντες ἤροντο τὸν Βαβυλώνιον, εἴ τι τοῦ ποταμοῦ οἶδε, διαβάσεως πέρι ἐρωτῶντες, δὲ οὔπω ἔφη πεπλευκέναι αὐτόν, οὐδὲ γιγνώσκειν, ὁπόθεν πλεῖται. ‘τί οὖνἔφασανοὐκ ἐμισθώσω ἡγεμόνα;’ ‘ὅτι ἔστινἔφη ἡγησόμενοςκαὶ ἅμα ἐδείκνυ τινὰ ἐπιστολὴν ὡς τοῦτο πράξουσαν, ὅτε δὴ καὶ τὸν Οὐαρδάνην τῆς τε φιλανθρωπίας καὶ τῆς ἐπιμελείας ἀγασθῆναί φασι: πρὸς γὰρ τὸν ἐπὶ τοῦ Ἰνδοῦ σατράπην ἔπεμψε τὴν ἐπιστολὴν ταύτην καίτοι μὴ ὑποκείμενον τῇ ἑαυτοῦ [p. 60] ἀρχῇ, εὐεργεσίας ἀναμιμνήσκων αὐτόν, καὶ χάριν μὲν οὐκ ἂν ἐπ᾽ ἐκείνῃ ἀπαιτῆσαι φάσκωνοὐ γὰρ εἶναι πρὸς τοῦ ἑαυτοῦ τρόπου τὸ ἀνταπαιτεῖνἈπολλώνιον δὲ ὑποδεξαμένῳ καὶ πέμψαντι οἷ βούλεται χάριν ἂν γνῶναι. χρυσίον δὲ τῷ ἡγεμόνι ἔδωκεν, ἵν᾽ εἰ δεηθέντα τὸν Ἀπολλώνιον αἴσθοιτο, δοίη τοῦτο καὶ μὴ ἐς ἄλλου χεῖρα βλέψειεν. ἐπεὶ δὲ τὴν ἐπιστολὴν Ἰνδὸς ἔλαβε, μεγάλων τε ἀξιοῦσθαι ἔφη καὶ φιλοτιμήσεσθαι περὶ τὸν ἄνδρα μεῖον οὐδὲν εἰ βασιλεὺς τῶν Ἰνδῶν ὑπὲρ αὐτοῦ ἔγραφε, καὶ τήν τε ναῦν τὴν σατραπίδα ἔδωκεν αὐτῷ ἐμβῆναι πλοῖά τε ἕτερα, ἐφ᾽ ὧν αἱ κάμηλοι ἐκομίζοντο, ἡγεμόνα τε τῆς γῆς πάσης, ἣν Ὑδραώτης ὁρίζει, πρός τε τὸν βασιλέα τὸν ἑαυτοῦ ἔγραψε μὴ χείρω αὐτοῦ Οὐαρδάνου γενέσθαι περὶ ἄνδρα Ἕλληνά τε καὶ θεῖον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: